Letter of Asklepiodotos to boule and demos of Iasos, with oath of Asklepiodotos; 304/282 BC; found at Iasos: Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 437-445, no. 1B, ll. 25-34 (PH); BE 1971, 620, p. 502; *IIasos 3, ll. 19-28; SEG 37, 862.  
[ ] IIasos 3.19-28
19 Ἀσκληπιόδοτος Ἰασέων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· διελέχθησαν ἡμῖν οἱ πρέσβεις
20 ἀξιοῦντες ἡμᾶς ὀμόσαι ὅρκον ὃγ καὶ Ἀριστόβουλος ὤμοσεν· ἴστε οὖν ἡμᾶς
ὀμωμοκότας κατὰ ταὐτά· ἔρρωσθε.  ὅρκον ὃν ὤμοσεν Ἀσκληπιόδοτος·
ὀμνύω Δία Γῆν Ἥλιον Ἀπόλλω Ἄρην Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ
τὴν Ταυροπόλον· διαφυλάξω τὴν ἐλευθερίαν καὶ τὴν αὐτονομίαν τῶι δήμωι τῶν
Ἰασέων, τὰς δὲ προσόδους ἐάσω Ἰασεῖς λαμβάνειν τὰς τῆς πόλεως πάσας καὶ τοὺς
25 [λ]ι̣μένας, σύνταξιν δὲ φέρειν αὐτοὺς ἣν ἂν ὁ βασιλεὺς συντάξηι· καὶ ἐάν τις ἀδικεῖ
[Ἰ]α̣σεῖς, οὐκ ἐπιτρέψω ἀλλὰ βοιηθήσω καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν εἰς δύναμιν εἶν[αι]
[τὴν] ἐ̣μήν, καὶ αὐτὸς εὐνοήσω τῆι πόλει τῶν Ἰασέων καὶ πράξω ὅτι ἂν δύνωμαι ἀγαθὸν καὶ λόγ[ωι]
[καὶ ἔ]ργωι ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀναντία τούτων.
Search Help