Letter of Aristoboulos to boule and demos of Iasos, with
oath of Aristoboulos; 304/282 BC; found at Iasos: Pugliese
Carratelli, ASAA 29-30, 1967-1968, 437-445, no. 1B, ll. 7-24
(PH); BE 1971:620, pp. 501-502; Garlan, ZPE 9, 1972, 223-224; BE
1973:435, 437; *IIasos 3, ll. 1-18; SEG 37, 862.
[ ]
IIasos 3.1-18
| 1 | Ἀριστόβουλος Ἰασέων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· παραγ̣ε̣ν̣[όμενοι οἱ πρέσβεις] |
| διελέγοντό μοι φέροντες τὰ παρ’ ὑμῶν ἀξιώματα, ἐν ο[ἷς] ἦν τὴν πόλιν [ἐλευθέραν] | |
| [καὶ] αὐτόνομον εἶναι καὶ ἐν συμμαχίαι· πίστιν δὲ τούτω[ν] ἀ̣ξ̣ιωσάντων ἡμῶ[ν αὐτοὺς] | |
| δ̣οῦνα[ι, σ]υνεχώρησαν· ἐπεχωρήθη οὖν ταῦτα αὐτοῖς· διελέγοντο δὲ καὶ ὑ̣[πὲρ συντά]- | |
| 5 | [ξε]ω[ς] ἵ̣να τὴν [κ]αλῶ[ς] ἔχ̣ουσαν εἰς τὴν φυλακὴν τῆς χώρας συντελῶσιν, τῶ[ν δὲ] |
| λιμένων καὶ τῶν λοιπῶν προσόδων ὑμᾶς κυρίους εἶναι· ὑπὲρ μὲν οὖν τοῦ λιμ̣[ένος] | |
| συνκεχωρήκαμεν αὐτοῖς, ὑπὲρ δὲ τῆς συντάξεως ἐδόκει μοι ἀνενέγκαι εἰς τὸ[ν] | |
| βασιλέα, ἵνα μὴ τὸ παρ’ ἡμῶν ἑκατέρους περὶ τὸ πλέον καὶ ἔλασσον διαφέρεσθαι | |
| ἐμπόδιον γίνηται τοῦ μὴ συντελεσθῆναι τὰ περὶ τὴν πόλιν ὡς βουλόμεθα· ὑπὲρ | |
| 10 | τούτων οὖν ἐδόκει μοι βέλτιον εἶναι ἐπιστεῖλαι ὑμῖν· ἔρρωσθε. |
| ὅρκον ὃν ὤμοσεν Ἀριστόβουλος· ὀμνύω Δία Γῆν Ἥλιον Ἀπόλλω Ἄρην Ἀθηνᾶν | |
| Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· διαφυλάξω τὴν ἐλευθερίαν | |
| καὶ τὴν αὐτονομίαν τῶι δήμωι τῶν Ἰασέων, τὰς δὲ προσόδους ἐάσω Ἰασε[ῖ]ς | |
| λαμβάνειν τὰς τῆς πόλεως πάσας καὶ τοὺς λιμένας, σύνταξιν δὲ φέρειν αὐτοὺς | |
| 15 | ἣν ἂν ὁ βασιλεὺς συντάξηι· καὶ ἐάν τις ἀδικεῖ Ἰασεῖς, οὐκ ἐπιτρέψω ἀλλὰ βοιηθήσω |
| καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν εἰς δύναμιν εἶναι τὴν ἐμήν, καὶ αὐτὸς εὐνοήσω τῆι | |
| πόλει τῶν Ἰασέων καὶ πράξω ὅτι ἂν δύνωμαι ἀγαθὸν καὶ λόγωι καὶ ἔργωι ἄνευ δόλου | |
| καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀναντία τούτων. |