List of choregic donations under stephanephoros Kydias
Hierokleious; prob. IIIe/IIb; found at Iasos: LW 254; Brinck
224-225, no. 109; *IIasos 162.
[ ]
IIasos 162
| 1 | ἐπὶ στεφανηφόρου Κυδίου τοῦ Ἱεροκλεί̣[ους,] |
| ἀγων<ο>θέτου δὲ Μελανίωνος τοῦ Ἐπικράτο[υς·] | |
| οἵδε ἐπέδωκαν τῶν ἐπινευσάντων καὶ ἐπαγ- | |
| γειλαμένων· στεφανηφόρος Κυδίας | |
| 5 | Ἱεροκλείους κιθαριστὴν Πυθίωνα, καὶ ἡ πάροδος |
| εὗ[ρεν δ]ραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· | |
| κα[ὶ αὐλ]ητὴν Νικοκλῆν, καὶ ἡ πάροδος εὗρεν | |
| δ[ραχμ]ή̣ν, ἡ δὲ θέα ἐγένετο δωρεάν· | |
| κ[αὶ χορη]γ̣οί· Ἄδμητος Ἑκαταίου αὐλητὴν Νικοκλῆν, | |
| 10 | [καὶ εὗρ]εν ἡ πάροδος δραχμήν, ἡ δὲ θέ[α ἐγέν]ετο |
| δωρεάν· Μενεκλῆς [Ἱεροκ]λείο[υς αὐ]λωιδὸν | |
| Με<τ>άνειρον ἐφ’ [ἡμέρας δ]ύο, καὶ εὗρεν ἡ πάροδος | |
| δραχμ<ή>[ν,] ἡ δὲ θ[έα ἐγέ]νετο δωρεάν. |