Honorary decree of boule and demos (of Ephesos) for Lysikon
Eumelou of Thebes; IV/III; found at Ephesos: Wood, App. 2, no.
11; GIBM 457; *IEph 1457.
[ ]
IEph 1457
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Εὔπαλος Κρονίου εἶπεν· ἐπειδὴ Λυσίκων Εὐμήλου Θηβαῖος π̣[ρόθυμον ἑαυτὸν πα]- |
ρέχεται καὶ κοινῆι τῶι δήμωι κα<ὶ> ἰδίαι τοῖς ἐντυνχάνουσι τῶμ πολιτῶν καθότι ἂν ἕκαστος αὐτὸν [προκαλέσηται· δεδόχθαι τῆι βουλῆι] | |
καὶ τῶι δήμωι· ἐπαινέσαι τε Λυσίκωντα ἀρετῆς ἕνεκε καὶ εὐνοίας, καὶ στεφανῶσαι αὐτὸν χρυσ[έωι στεφάνωι τὸν] | |
[ἀ]γωνοθέτην τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, δοῦναι δὲ καὶ πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ [ἵσηι καὶ ὁμοίηι καὶ ἔφοδον] | |
5 | [ἐπὶ τὴ]ν βουλὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ καὶ τὰ βασίλεα πρώτωι, καὶ εἴσπλουν καὶ ἔκπ[λουν καὶ ἐμ πολέμωι καὶ] |
[ἐν εἰρήνηι,] ἐπικληρ[ῶ]σ[αι δὲ τοὺ]ς ἐσσῆν[ας αὐτὸ]ν [καὶ] εἰς φυλὴν καὶ χι[λ]ιαστύν. ἔ̣[λαχε φυλὴν —, χιλιαστὺν —.] |