Honorary decree of boule and demos of Ephesos for
Athenodoros Semonos of (no name); Hellenistic?; found at Ephesos:
Keil & Maresch, JÖAI 45, 1960, 78, no. 51, ll. 4-6; Robert, RPh
93, 1967, 14-32; *IEph 1415.
[ ]
IEph 1415
| 4 | [ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι δήμωι· Νεῦμος Ἀνδρονίκου [εἶ]- |
| 5 | [πεν· ἐπε]ιδὴ Ἀθηνόδωρος Σήμονος ἰσοτελὴς ὢγ καὶ κ̣α̣τοι- |
| [κῶν] ἐν Ἐφέσωι νενίκηκεν τὰ Νέμεα παῖδας πύκτην | |
| [καὶ ἀνα]γγελεὶς Ἐφέσιος ἐστεφάνωκε τὴν πόλιν, | |
| [ἔδοξε]ν τῆι βουλῇ καὶ τῶι δήμωι· εἶναι Ἀθηνόδωρον | |
| [Σήμον]ος Ἐφέσιογ καθάπερ ἀνήγγελται ἐν τῶι ἀγῶνι, | |
| 10 | [καὶ ὑπά]ρχειν Ἀθηνοδώρωι τὰς τιμὰς τὰς τεταγμέ- |
| νας ἐν τῶι νόμωι τῶι νικῶντι παῖδας τῶι σώματι | |
| [Ν]έμεα, καὶ ἀναγγεῖλαι αὐτὸν ἐν τῆι ἀγορᾶι καθ[ά]- | |
| περ οἱ ἄλλοι νικῶντες ἀναγγέλλονται· τὸν δὲ οἰ[κονό]- | |
| μον ἀποδοῦναι Ἀθηνοδώρωι τὸ ἐκ τοῦ νόμου τετ[α]- | |
| 15 | [γμ]ένον ἀργύριον εἰς τὸν στέφανον· ἐπικληρῶσ[αι δὲ] |
| αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· ἔλαχε φυλὴ[γ] | |
| [Κα]ρηναῖος, χιλιαστὺγ Χηλώνεος. |