Honorary decree of boule [and demos] of Ephesos for
Homoloichos Ptoionos of Thebes; no date; found at Ephesos: Keil,
JÖAI 16, 1913, 237, no. IIId; *IEph 1442.
[ ]
IEph 1442
| 0 | [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι·] |
| Ἐγκαίριος εἶπεν· ἐπειδὴ Ὁμιλώϊχος Πτωΐωνος Θηβαῖος εὔνους ἐστὶν | |
| καὶ π[ρόθυμο]ς περὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι | |
| τῶν [πολιτ]ῶν καὶ παραγινομένοις εἰς Θήβας χρήσιμος ὢν διατελεῖ, | |
| δεδό[χθαι τ]ῆι βουλῆι ἐπαινέσαι τε Ὁμολώϊχον εὐνοίας ἕνεκεν καὶ | |
| 5 | δοῦναι αὐτῶι πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καθάπερ καὶ τοῖς ἄλλοις |
| εὐεργέταις, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς χιλιαστὺν | |
| καὶ παραδοῦναι τὸ ψήφισμα ἀναγράψαι τοῖς νεωποίαις εἰς τὸ ἱερόν, | |
| ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι, ὑπάρχειν δὲ τὴν πολιτείαν | |
| αὐτῶι καὶ ἐκγόνοις, ὅπως ἅπαντες εἰδῶσι ὅτι ὁ δῆμος τοὺς εὐεργετοῦντ[ας] | |
| 10 | τὴμ πόλιν τιμᾶι κατ’ ἀξίαν τῶν εὐεργεσιῶν· ἔλαχε φυλὴν Εὐώνυμος, |
| χιλιαστὺν Λεαγόρεος. |