Honorary decree of [boul]e and demos (of Ephesos) for
Melanthios Hermiou of Theangela, in command of guard in Phygela;
no date; found at Ephesos: Knibbe, JÖAI 46, 1961, 19-20; Robert,
RPh 93, 1967, 36-40; *IEph 1408.
[ ]
IEph 1408
| 1 | ἔ[δοξ]εν [τῆι βουλ]ῆι καὶ τῶι δήμωι· Φιλαίνετος εἶπεν· ἐπειδὴ Μελάνθιος |
| ὑπὸ τοῦ βασιλέως κατασταθεὶς ἐπὶ τῆς φυλακῆς τῆς ἐμ Φυγέλοις | |
| πᾶσαν εὔνοιαγ καὶ προθυμίαμ παρεχόμενος διατελεῖ καὶ τὰ περὶ | |
| τὴμ φυλακὴν τοῦ χωρίου καὶ τῶμ πολιτῶν τῶν ἐμ Φυγέλοις κατοι- | |
| 5 | κ[ού]ντων τὴν ἐπιμέλειαμ ποιούμενος καὶ τῶν νεωποιῶν τῶν ἀπο- |
| στελλομένων ὑπὸ τῆς πόλεως ἐπὶ τὰς θυσίας τὰς ἐμ Φυγέλοις μετὰ πά- | |
| σης εὐνοίας καὶ προθυμίας χρήσιμός ἐστιν, καὶ περὶ τούτων οἱ νεωποῖαι | |
| προγραψάμενοι διελέχθησαν τῇ βουλῆι καὶ ἐξήγγειλαν τὴν εὔνοιαν | |
| καὶ προθυμίαν τὴμ Μελανθίου· δεδόχθαι τῆι βουλῆι· δοῦναι Μελανθίωι Ἑρμίου | |
| 10 | Θεαγγελεῖ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι αὐτῶι καὶ ἐκγόνοις, καὶ στεφανῶ- |
| σαι αὐτὸγ χρυσέωι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεά- | |
| τρωι· εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον πρώ- | |
| τωι μετὰ τὰ ἱερὰ καὶ τὰ βασίλεια· ἐπικληρῶσαι δ’ αὐτὸν τοὺς ἐσ- | |
| σῆνας εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
| 15 | τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπως ἅπαντες εἰ- |
| δῶσι ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τιμᾶι τοὺς προθύμους γινομένους | |
| ὡς αὐτὸν. ἔλαχε φυλὴμ Βεμβίνης, χιλιαστὺν Νίκεος. |