Honorary decree of [boul]e and demos (of Ephesos) for Melanthios Hermiou of Theangela, in command of guard in Phygela; no date; found at Ephesos: Knibbe, JÖAI 46, 1961, 19-20; Robert, RPh 93, 1967, 36-40; *IEph 1408.  
[ ] IEph 1408
1 [δοξ]εν [τῆι βουλ]ῆι καὶ τῶι δήμωι· Φιλαίνετος εἶπεν· ἐπειδὴ Μελάνθιος
ὑπὸ τοῦ βασιλέως κατασταθεὶς ἐπὶ τῆς φυλακῆς τῆς ἐμ Φυγέλοις
πᾶσαν εὔνοιαγ καὶ προθυμίαμ παρεχόμενος διατελεῖ καὶ τὰ περὶ
τὴμ φυλακὴν τοῦ χωρίου καὶ τῶμ πολιτῶν τῶν ἐμ Φυγέλοις κατοι-
5 κ[ού]ντων τὴν ἐπιμέλειαμ ποιούμενος καὶ τῶν νεωποιῶν τῶν ἀπο-
στελλομένων ὑπὸ τῆς πόλεως ἐπὶ τὰς θυσίας τὰς ἐμ Φυγέλοις μετὰ πά-
σης εὐνοίας καὶ προθυμίας χρήσιμός ἐστιν, καὶ περὶ τούτων οἱ νεωποῖαι
προγραψάμενοι διελέχθησαν τῇ βουλῆι καὶ ἐξήγγειλαν τὴν εὔνοιαν
καὶ προθυμίαν τὴμ Μελανθίου· δεδόχθαι τῆι βουλῆι· δοῦναι Μελανθίωι Ἑρμίου
10 Θεαγγελεῖ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι αὐτῶι καὶ ἐκγόνοις, καὶ στεφανῶ-
σαι αὐτὸγ χρυσέωι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεά-
τρωι· εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον πρώ-
τωι μετὰ τὰ ἱερὰ καὶ τὰ βασίλεια· ἐπικληρῶσαι δ’ αὐτὸν τοὺς ἐσ-
σῆνας εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
15 τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπως ἅπαντες εἰ-
δῶσι ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τιμᾶι τοὺς προθύμους γινομένους
ὡς αὐτὸν.  ἔλαχε φυλὴμ Βεμβίνης, χιλιαστὺν Νίκεος.
Search Help
Contact Us