[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἀγωνοθετέοντος τῶν Λοκρῶν Κριτοδάμου τοῦ Πολεμάρ- |
| χου Φυσκέος μηνὸς Ποιτροπίου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
| Δάμωνος τοῦ Ξενοστράτου μηνὸς Θευξενίου, βου- | |
| λευόντων τὰν δευ[τέ]ραν ἑξάμηνον Ἀναξανδρί- | |
| 5 | δα τοῦ Αἰακίδα, Ἁγίωνος τοῦ Ἐχεφύλου, Εὐ- |
| κλέος τοῦ Καλλισστράτου, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Καλλ[ιστὼ] τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| γυναικεῖον κορίδιον ἇι ὄνομα Σωπάτρα | |
| 10 | τὸ γένος οἰκογενές, τιμᾶς ἀργυρίου μνᾶν |
| τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
| στευσε Σωπάτρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
| ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| τὸν πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχου- | |
| 15 | σα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸ σύμβολον καὶ κατὰ |
| τοὺς νόμους τᾶς πόλιος· Ἀριστόλαος Ἀρνία Φυσκεύς. | |
| εἰ δέ τις ἅπτοιτο Σωπάτρας ἐπὶ καταδουλισσμῶι, βέβαι- | |
| ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Καλ- | |
| λιστὼ καὶ ὁ βεβαιωτὴρ Ἀριστόλαος. εἰ δὲ μὴ παρέχοιν | |
| 20 | βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ |
| τὸν ν[ό]μον τᾶς πόλιος. ὁμοίως δέ καὶ οἱ παρατυγ- | |
| χάνοντες κύριοι ἐόντων συλέοντες Σωπάτραν ὡς | |
| ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
| πάσας δίκας καὶ ζαμίας. παραμινάτω δὲ Σωπά- | |
| 25 | τρα παρὰ Καλλιστὼ ἄχρι οὗ κα ζώη Καλλιστὼ ποιέ- |
| ουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνε[γ]- | |
| κλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ποτιτασ- | |
| σόμενον Σωπάτρα, κυρία ἔστω Καλλιστὼ ἐπιτιμέ- | |
| ο[υ]σα Σωπάτραν τρόπωι ὧ κα αὐτὰ θέλη, πλὰν μὴ | |
| 30 | π[ω]λέουσ[α]. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρ- |
| χων, Δρομοκλείδας καὶ οἱ ἄρχοντες | |
| Ἀναξανδρίδας, Ἁγίων, Εὐκλῆς καὶ ἰδιῶται Ἁγί- | |
| ων Δρομοκλείδα, Καλλίδας καὶ Τιμόκριτος | |
| Εὐκλείδα, Ἀζάρατος Ἀντιχάρεος, Καλλιγέ- | |
| 35 | νης Δαμοκράτεος, Ἀτισίδας Ξένωνος, |
| Μένης. |