[ ]
Phokis — Delphi — 189/188 BC
| 1 | ἄρχοντος Ξένωνος τοῦ Ἀτεισίδα μηνὸς Ποιτροπί[ου], |
| βουλαρχέοντος Δαμοτέλεος Φυσκέος μηνὸς Δ[ιονυσίου], | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ταυρίων Ἀμφισσεὺς τῶι Ἀ[πόλ]- | |
| λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μελ[ί]- | |
| 5 | τεια, ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Μελί- |
| τεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν | |
| εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ | |
| τὸν νόμον· οἱ υἱοὶ Ταυρίωνος, Ὀνάσιμοις καὶ Ταυ- | |
| ρίσκος Ἀμφισσεῖς. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
| 10 | λωνος Ξένων, Ἄθαμβος· Ἀγάθων, Κλεόδαμος, |
| Ξενόστρατος· Πράοχος, Μένων, Βαβύλος, Θεό- | |
| ξενος, Εὐάγγελος Δελφοί. |