[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος ἐν Ἀμφίσσαι [․․․․․]κου μηνὸς [Βουκα]- |
| τίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοσθένεος μηνὸς | |
| Δαιδαφ[ορίου, βουλε]υόντων τὰν πρώταν ἑξάμη[νο]ν Τιμοκλέ- | |
| ος τοῦ Θρασέα, [Φιλαιτ]ώλου τοῦ Φαίνιος, γραμμα[τε]ύοντος Ἀνα- | |
| 5 | ξανδρίδα τοῦ Αἰ[ακ]ίδα, ἐπὶ τοῖσδε ἀπέδο[το] Λύκωπος Λύ- |
| κου Ἀμφισσεύς, συνευδοκέοντος καὶ το[ῦ υἱ]οῦ Λύκου | |
| καὶ τᾶς θυγατέρος αὐτοῦ Ἁρμόλας, τῶι [Ἀ]πόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φιλὼ τὸ γένος οἰ- | |
| κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τ[ὰ]ν τιμὰν ἔχει | |
| 10 | πᾶσαν, καθὼς ἐπίστευσε Φιλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε |
| ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, | |
| ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα [οἷ]ς κα θέλη. βεβαιωτὴρ | |
| κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· Ἁγίων Πο- | |
| λυκλείτου Δελφός. εἰ δέ τις ἅπτοιτο Φιλοῦς ἐπὶ καταδουλισ- | |
| 15 | μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
| Λύκωπος καὶ ὁ βεβαιωτὴρ Ἁγίων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι | |
| θεῶι τὰν <ὠ>νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πο- | |
| λ[ι]ος καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| κύριοι ἐόντων συλέοντες Φιλὼ ὡς [ἐ]λευθέραν ἐοῦσαν ἀζάμιοι | |
| 20 | ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας [καὶ ζ]αμίας. εἰ δέ τι ἀνθρώπινον |
| γένοιτο περὶ Φιλώ, συνοικεούσας [μετὰ Ν]ικοστράτου ἢ Νικοστρά- | |
| του συνοικέοντος μετὰ Φιλοῦς, με[ριξ]άντων τὰ καταοίκια πάν- | |
| τα, τὰ δὲ γυναικῆα ἐνδύματα καὶ ἱμάτια φ[υλασ]σέστων, | |
| ἐπεὶ ἐναντίον τῶν μαρτύ[ρ]ων αὐτοὶ εὐδ[όκη]σαν. |