[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος ἐν Ἀμφίσσαι Χα[ρι]- |
| ξένου μηνὸς Π[α]ναγυρίου, ἐν | |
| δὲ Δελφοῖς ἄρχοντος Κλευδάμου μη- | |
| νὸς Ποιτροπίου, ἀπέδο[ν]το ․․․․․, [Σ]ω- | |
| 5 | σὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο |
| γυναικεῖα αἷς ὀνόματα Εἰρήνα, Φιλοκράτει- | |
| α τὸ γένος Σαρμάτη, ἀργυρίου μνᾶν πέντε. τὰν | |
| τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| Λύκωπος Ἀμφισσεύς· ἐφ’ ὅτωι ἐλευθέρας εἶμεν Εἰρή- | |
| 10 | ναν καὶ Φιλοκράτειαν, καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι |
| θεῶι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Εἰρήνας καὶ Φι- | |
| λοκρατείας, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἐλευθέρας | |
| [ἐ]ούσας ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος. μάρτυροι· Ἀριστόδα- | |
| μος, Καλλικράτης, Τίμαγρος, Δαμοκλῆς, Σωκράτης, Μνασίλα[ος] | |
| 15 | Ἀμφισσεῖς, Δελφο[ὶ] Τιμόκριτος, Ἄθαμβο[ς], Μένης. |