[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος ἐν Χαράδρα Ἀριστομένεος
τοῦ Χαρμίδα μηνὸς ὀγδόου, ἐν Δελφοῖς
δὲ ἄρχοντος Εὐκλέος τοῦ Καλλιστρά-
τοῦ μηνὸς Ἡρακλήου, βουλευόντων
5 τὰν δευτέραν ἑξάμηνον Καλλικράτεος
τοῦ Διοδώρου, Ἁγίωνος τοῦ Πολυκλεί-
του, γραμματεύοντος Δάμωνος τοῦ
Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο Σω-
τέλης Ἀριστομένεος, συνευδοκεόν-
10 των καὶ τῶν υἱῶν αὐτοῦ Ἀριστομένεος
καὶ Ἀριστομάχου Χαραδραίων, τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σω-
σίας τὸ γένος Γαλάταν τεχνείταν σκυ-
τῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τι-
15 μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσίας
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ-
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν-
τα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς
κα θέλη. βεβαιωτῆρες κατὰ τοὺς νόμους
20 τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· Δάμων
Ξενοστράτου Δελφός, Πολυκράτης Πολυ-
ξένου Χαραδραῖος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα-
ταδουλισμῶι Σωσία, βέβαιον παρεχόν-
των τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε-
25 νος Σωτέλης καὶ οἱ βεβαιωτῆρες Δά-
μων, Πολυκράτης· εἰ δὲ μὴ παρέχοιν βέ-
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι
ἐόντων κατὰ τοὺς νόμους τᾶς πόλιος
καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ
30 καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντων συλέοντες Σωσίαν
ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυ-
πόδικοι [πάσας δί]κας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ οἱ
35 ἄρχοντες Ἁγίων Πολυκλείτου, Καλλικράτης Διο-
δώρου, Δάμων Ξενοστράτου καὶ ἰδιῶται Πρώταρ-
χος, Σώξενος, Εὐχαρμ[ί]δας, Δρ[ομοκ]λείδας, [Μ]ένης,
Δημήτριος [․․․․․․․․․․․․․․․․․․․․]-
κος Δελφοί, Ἀριστόδαμος, Σέλευκος, Κλεόβουλος, Ζ[η]-
40 [ν]όδωρος Χαραδραῖοι. μάρτυροι [․․․․․․] συνευδόκησαν
οἱ υἱοί· Δάμων Ξενοστράτου, Μεγάτας, Πολέμαρ-
χος Χαριξένου, Πάτρων Ἰατάδα, Ξένων [Ξε]νοκρίτου,
Σέλευκος Ἀριστομάχου, Τιμόκριτος Εὐ-
κλείδα, Κλέων Τιμαγόρου, Μένης [Πεισι]-
45 στράτου Δελφοί, Πολυκράτης Πολυξένου
Χαραδραῖος, Ἀρίδαμος Ἀνδρομέν[εος ․․․․]-
αῖος.
Search Help