[ ]
Phokis — Delphi — ca. 140-100 BC
| 1 | ἄρχοντ[ος ἐ]ν Ἀμφίσσαι Ἀριστοδάμου τοῦ Ἐπινίκου |
| μηνὸς Ἀγρεστυῶνος, ἐν Δελφοῖς δὲ ἄρχοντος Δάμωνος τοῦ | |
| Ξενοστράτου μηνὸς Βουκατίου, βουλευόντων τὰν πρώταν ἑξά- | |
| μηνον Βαβύλου τοῦ Αἰακίδα, Κλέωνος τοῦ Δαμοσθένεος, γραμ- | |
| 5 | ματεύοντος Δίωνος τοῦ Ἐπισ[θ]ένεος, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Σωσίλα Εὐτέλεος Ἀμφισσὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
| ον ἇι ὄνομα Δωρὶς τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσ- | |
| σάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καὶ τὰν θυγατέρα αὐτᾶς ἇι ὄν- | |
| [ομα] Δαμαινέτα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευ- | |
| 10 | σε Δωρὶς καὶ Δαμαινέτα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθ- |
| εραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον, ποιέου- | |
| σαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι. βεβαι- | |
| ωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· | |
| Δαμοκλῆς καὶ Πραξίδαμος Μνασιλάου Ἀμφισσεῖς. εἰ δέ | |
| 15 | τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δωρίδος ἢ Δαμαι- |
| νέτας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο- | |
| δο[μέν]α Σωσίλα καὶ οἱ βεβαιωτῆρες Δαμοκλῆς καὶ Πρα- | |
| ξίδαμος· ε[ἰ δὲ] μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠν- | |
| άν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. | |
| 20 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον- |
| τες Δωρίδα καὶ Δαμαινέταν ὡς ἐλευθέρας ἐούσας ἀζάμ- | |
| ιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
| [τυ]ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Δρομοκλείδας, | |
| ἄρχοντες· Σέλευκος· Δίων· Τιμόκρ[ι]τος. |