[ ] Phokis — Delphi — ca. 140-100 BC
1 ἄρχοντ[ος ἐ]ν Ἀμφίσσαι Ἀριστοδάμου τοῦ Ἐπινίκου
μηνὸς Ἀγρεστυῶνος, ἐν Δελφοῖς δὲ ἄρχοντος Δάμωνος τοῦ
Ξενοστράτου μηνὸς Βουκατίου, βουλευόντων τὰν πρώταν ἑξά-
μηνον Βαβύλου τοῦ Αἰακίδα, Κλέωνος τοῦ Δαμοσθένεος, γραμ-
5 ματεύοντος Δίωνος τοῦ Ἐπισ[θ]ένεος, ἐπὶ τοῖσδε ἀπέδοτο
Σωσίλα Εὐτέλεος Ἀμφισσὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Δωρὶς τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσ-
σάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καὶ τὰν θυγατέρα αὐτᾶς ἇι ὄν-
[ομα] Δαμαινέτα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευ-
10 σε Δωρὶς καὶ Δαμαινέτα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθ-
εραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον, ποιέου-
σαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι. βεβαι-
ωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον·
Δαμοκλῆς καὶ Πραξίδαμος Μνασιλάου Ἀμφισσεῖς. εἰ δέ
15 τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δωρίδος ἢ Δαμαι-
νέτας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο-
δο[μέν]α Σωσίλα καὶ οἱ βεβαιωτῆρες Δαμοκλῆς καὶ Πρα-
ξίδαμος· ε[ἰ δὲ] μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠν-
άν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος.
20 ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον-
τες Δωρίδα καὶ Δαμαινέταν ὡς ἐλευθέρας ἐούσας ἀζάμ-
ιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
[τυ]ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Δρομοκλείδας,
ἄρχοντες· Σέλευκος· Δίων· Τιμόκρ[ι]τος.
Search Help
Contact Us