[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος ἐν Χαράδρα Ἀριστομένεος |
| τοῦ Χαρμίδα μηνὸς ὀγδόου, ἐν Δελφοῖς | |
| δὲ ἄρχοντος Εὐκλέος τοῦ Καλλιστρά- | |
| τοῦ μηνὸς Ἡρακλήου, βουλευόντων | |
| 5 | τὰν δευτέραν ἑξάμηνον Καλλικράτεος |
| τοῦ Διοδώρου, Ἁγίωνος τοῦ Πολυκλεί- | |
| του, γραμματεύοντος Δάμωνος τοῦ | |
| Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο Σω- | |
| τέλης Ἀριστομένεος, συνευδοκεόν- | |
| 10 | των καὶ τῶν υἱῶν αὐτοῦ Ἀριστομένεος |
| καὶ Ἀριστομάχου Χαραδραίων, τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σω- | |
| σίας τὸ γένος Γαλάταν τεχνείταν σκυ- | |
| τῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τι- | |
| 15 | μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσίας |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ- | |
| μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν- | |
| τα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς | |
| κα θέλη. βεβαιωτῆρες κατὰ τοὺς νόμους | |
| 20 | τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον· Δάμων |
| Ξενοστράτου Δελφός, Πολυκράτης Πολυ- | |
| ξένου Χαραδραῖος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα- | |
| ταδουλισμῶι Σωσία, βέβαιον παρεχόν- | |
| των τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
| 25 | νος Σωτέλης καὶ οἱ βεβαιωτῆρες Δά- |
| μων, Πολυκράτης· εἰ δὲ μὴ παρέχοιν βέ- | |
| βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι | |
| ἐόντων κατὰ τοὺς νόμους τᾶς πόλιος | |
| καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ | |
| 30 | καὶ οἱ παρατυγχάνον- |
| τες κύριοι ἐόντων συλέοντες Σωσίαν | |
| ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
| πόδικοι [πάσας δί]κας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε- | |
| ρεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ οἱ | |
| 35 | ἄρχοντες Ἁγίων Πολυκλείτου, Καλλικράτης Διο- |
| δώρου, Δάμων Ξενοστράτου καὶ ἰδιῶται Πρώταρ- | |
| χος, Σώξενος, Εὐχαρμ[ί]δας, Δρ[ομοκ]λείδας, [Μ]ένης, | |
| Δημήτριος [․․․․․․․․․․․․․․․․․․․․]- | |
| κος Δελφοί, Ἀριστόδαμος, Σέλευκος, Κλεόβουλος, Ζ[η]- | |
| 40 | [ν]όδωρος Χαραδραῖοι. μάρτυροι [․․․․․․] συνευδόκησαν |
| οἱ υἱοί· Δάμων Ξενοστράτου, Μεγάτας, Πολέμαρ- | |
| χος Χαριξένου, Πάτρων Ἰατάδα, Ξένων [Ξε]νοκρίτου, | |
| Σέλευκος Ἀριστομάχου, Τιμόκριτος Εὐ- | |
| κλείδα, Κλέων Τιμαγόρου, Μένης [Πεισι]- | |
| 45 | στράτου Δελφοί, Πολυκράτης Πολυξένου |
| Χαραδραῖος, Ἀρίδαμος Ἀνδρομέν[εος ․․․․]- | |
| αῖος. |