[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος Εὐκλέος μηνὸς Εἰλαίου, βουλευόντων |
| τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος τοῦ Πολυκλείτου, | |
| Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύοντος Δά- | |
| μωνος τοῦ Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| 5 | Δαμὼ Καλλιδάμου, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς |
| αὐτᾶς Ἀμφιστράτου καὶ τῶν υἱῶν αὐτᾶς Καλλιδά- | |
| μου, Μνάσωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ- | |
| ναικεῖον ἇι ὄνομα Εὔκλεια τὸ γένος Σύραν, τιμᾶς | |
| ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| 10 | καθὼς ἐπίστευσε Εὔκλεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε |
| ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
| πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέ- | |
| λη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων | |
| [․․․]ωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Εὐκλείας, | |
| 15 | βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα |
| Δαμὼ καὶ ὁ βεβαιωτὴρ Κλέων· εἰ δὲ μὴ παρέχοιν βέβαι- | |
| ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν | |
| νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
| τες κύριοι ἐόντων συλέοντες Εὔκλειαν ὡς ἐλευθέ- | |
| 20 | ραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Πραξίας, Ἀνδρό[νικ]ος καὶ οἱ ἄρχον- | |
| τες Ἁγίων, Καλλικράτης, Δάμων καὶ ἰδιῶται | |
| Κ[λε]ύδαμος Μαντία, Κλέων Διονυσίου, Νικά[ρε]- | |
| 25 | τος, Ἡρακλείδας Ἀριστοδάμου, Εὐκλείδας [Καλλεί]- |
| δα, Τιμόκρ{ε}ιτος {²⁶Τιμόκριτος}²⁶. |