[ ]
Phokis — Delphi — ca. 156-151 BC
| 1 | ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ- |
| πέδοτο Ἀνδρομένης Βαβύλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ- | |
| ναικεῖον ἇι ὄνομα Διοδώρα τὸ γένος {․} Φρυγίαν, συνευδοκέοντος καὶ | |
| τοῦ ὑοῦ Βαβύλου, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶ- | |
| 5 | σαν, καθὼς ἐπίστευσε Διοδώρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ- |
| θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέου- | |
| σα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νό- | |
| μον τᾶς πόλιος· Ἄθαμβος Ἁβρομάχου. εἰ δέ τίς κα ἐνάπτηται Διοδώ- | |
| ρας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τὰν ὠνὰν τῶι θεῶι ὅ τε | |
| 10 | ἀποδόμενος Ἀνδρομένης καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος· εἰ δὲ μὴ παρέχοιεν |
| βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. | |
| ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Διοδώραν ὡς ἐλευ- | |
| θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
| τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀριστίων Ἄγω- | |
| 15 | νος, Πολέμαρχος Πολέμωνος, Εὔδωρος Ἀμύντα καὶ ἰδιῶται Τιμοκλῆς Ἀρχελ- |
| άου, Βάκχιος Ἄγρωνος, Ξενόφαντος Φίλωνος, Πεισίστρατος Βούλωνος, Σωστρα- | |
| τίδας, ἀρχιτέκτων Τιμόκριτος Εὐκλείδα. |