[ ]
Phokis — Delphi — ca. 156-151 BC
| 1 | ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Θεοξενίου, ἐπὶ |
| τοῖσδε ἀπέδοτο Ἀναξὶς Ἐμμενίδα τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι, συνευδοκεόντων καὶ τῶν υἱῶν Ἐμμενίδα καὶ | |
| Μνασιθέου, σῶμα ἀνδρεῖον ὧι ὄνομα Πολυκράτης τὸ γένος | |
| 5 | οἰκογενῆ, τιμᾶς ἀργυρίου πέντε ἡμιμναίων, καθὼς ἐπί- |
| στευσε Πολυκράτης τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτ[ε] ἐλε[ύ]- | |
| θερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίο[ν], | |
| ποέοντα {․․․} ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς | |
| πόλιος· Εὐάγγελος Πάτρωνος. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| 10 | νος Ἀνδρόνικος, Ἀμύντας καὶ ὁ νεω[κ]όρος Μένης καὶ τοὶ ἄρχοντες |
| [Ε]ὔδωρος, Ἀριστίων, Πολέμαρχος· Θεύδοτος Εἰραναίου, Νικόμαχος, | |
| Δέξιππος, Ἀμφίστρατος, Μαντίας Δαμοχάρεος, Ἑρμαῖος Σωσθ[έ]νεος, | |
| Ἀρτεμίδωρος. |