[ ]
Phokis — Delphi — 170-157/56 BC
| 1 | ἄρχο[ντος Ἀμφι]στ[ράτου] |
| μηνὸς [— — —] | |
| κου, ἐπὶ τοῖσ[δε ἀπέδ]ο[τ]ο Τι- | |
| μὼ Εὐδίκου, συνεπαινέοντος | |
| 5 | τοῦ υἱοῦ αὐτᾶς Λαδίκου, σῶμα γυ- |
| ναικεῖον κοράσιον ἇι ὄνομα Μήδα, | |
| τιμᾶς ἀργυρίου δύο μνᾶν, καθὼς ἐπί- | |
| στευσε Μήδα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
| 10 | ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιοῦ- |
| σα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς | |
| νόμους τᾶς πόλιος· Δρομοκλείδας. τρε- | |
| φέτω δὲ Μήδα Σωσίβιον τὸν ἴδιον πατέ- | |
| [ρ]α καὶ τὰμ ματέρα Σωσὼ καὶ εὐσχημο- | |
| 15 | νιζέτω, ἐπεί κα ἐν ἁλικίαν ἔλθη, εἰ χρείαν ἔ- |
| χοισαν Σωσίβιος ἢ Σωσὼ τροφᾶς ἢ εὐσχημονι- | |
| σμοῦ, εἴτε δουλεύοντες εἶεν εἴτε ἐλεύθεροι | |
| γεγονότες· εἰ δὲ μὴ τρέφοι ἢ μὴ εὐσχημονίζοι Μήδα | |
| Σωσίβιον ἢ Σωσὼ χρείαν ἔχοντας, ἐξουσία ἔστω | |
| 20 | Σωσιβίωι καὶ Σωσοῖ κολάζειν Μήδαν ὧ[ι] θέλοιν |
| τρόπωι, καὶ ἄ[λλ]ωι ὑπὲρ Σωσίβιον ἢ Σωσὼ ὅγ κα κε- | |
| λεύη Σωσίβιος ἢ Σωσώ. εἰ δέ τις ἐφάπτοιτο Μήδας | |
| ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι | |
| θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Τιμὼ καὶ ὁ βεβαι- | |
| 25 | ωτὴρ Δρομοκλείδας· εἰ δὲ μὴ παρέχοισαν, πράκτιμοι |
| ἔστων Μήδαι καὶ Σωσιβίωι καὶ Σωσοῖ ἀργυρίου μνᾶν | |
| {μ[ν]ᾶν} τεσσάρων κατὰ τὸν νόμον ἅ τε ἀποδομένα καὶ | |
| ὁ βεβαιω[τ]ήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω | |
| Μήδαν σ[υλ]έων ὡς ἐλευθέραν ἀνυπόδικος ἐὼν καὶ ἀ- | |
| 30 | ζάμιος πάσας δίκας καὶ ζαμίας, καθώς κα συλάση ἐπ’ ἐ- |
| λευθερίαι. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας | |
| καὶ τῶν ἀρχόντων Ἄσανδρος, ἰδιῶται Μένης, Εὐκλῆς Ἐτυ- | |
| μώνδα, Μεσατεύς, Ἄρχων Καλλία, Ἄθαμβος Ἀγάθω- | |
| νος, Τυρβαῖος. |