[ ]
Phokis — Delphi — ca. 156-151 BC
| 1 | ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Θευξενίου, ἀπέδοτο Ζωῒς Ζωπύρου, |
| συνευδοκεούσας καὶ τᾶς θυγατέρος Πολυξένας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Εὐκολίνα τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν δύο, | |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐκολίνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| 5 | τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ |
| ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτ[ῆρε]ς κ[ατ]ὰ τὸν νόμον τᾶς πόλιος· Φιλοκράτης Ξέ- | |
| νωνος, Τιμόκριτος Εὐκλείδα. εἰ δὲ μὴ παρέχοι βέβαιον τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομέ- | |
| να Ζωῒς καὶ ἁ θυγάτηρ καὶ οἱ βεβαιωτῆρες Πολυκράτης, Τιμόκριτος, πράκτιμοι ἐόντων | |
| κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμ[οίως δὲ καὶ οἱ] παρατυγχάνοντες κύριοι ἐόντων [συ]- | |
| 10 | λέοντες Εὐκολίναν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας |
| δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ [ἱερ]εῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ | |
| οἱ [ἄρχο]ντες Ἀριστίων Ἄγωνος, Πολέμαρχος Πολέμωνος, Εὔδωρος καὶ ἰδιῶται Μένη[ς], | |
| Πεισίστρατος, Μενεκράτης Κλεανδρίδα, Ἀλέξανδρος, Τιμόκριτος. |