[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος Εὐδώρου μνηὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστύοχος Γνωσιλάου τῶι Ἀπόλλωνι τῶι Πυ- |
| θίωι σώματα ἀνδρεῖα δύο οἷς ὀνόματα Δημήτριος, Ἐπικράτης, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι- | |
| μὰν ἔχει πᾶσαν, καὶ ἄλλο σῶμα γυναικεῖον ἇι ὄνομα Σαραπιὰς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσαν | |
| Δημήτριος καὶ Ἐπικράτης καὶ Σαραπιὰς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους | |
| 5 | τὸμ πάντα χρόνον, ποιοῦντας ὅ κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα- |
| τυχὼν συλέων Δημήτριον καὶ Ἐπικράτην καὶ Σαραπιάδα ὡς ἐλευθέρους ἀζάμιος ἐὼν καὶ ἀνυπόδι- | |
| κος πάσας δίκας καὶ ζαμίας. παραμεινάτωσαν δὲ Ἀστυόχωι καὶ Ἀρισταγόρα ἔντε κα ζώωντι Δημήτριος | |
| καὶ Ἐπικράτης καὶ Σαραπιάς· εἰ δὲ μή, κύριοι ἐόντων κολαζόμενοι αὐτοὺς τρόπωι ὧι κα θέλωντι. βεβαιωτὴρ κατὰ | |
| τὸν νόμον· Καλλείδας Δαμοχάρεος. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ βουλευταὶ Ἀν- | |
| 10 | τιγένης, Θρασυκλῆς, Εὐκλῆς, ἰδιῶται Νικόμαχος, Μένων, Ἀστόξενος, Μένης, Εὐκλείδας. |