[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος Εὐδώρου μηνὸς Δαιδαφορίου, ἀπέδοτο ἁ πόλις |
| τῶν Δελφῶν τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- | |
| μα Εὐτυχίδας ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, | |
| καθὼς ἐπίστευσε Εὐτυχίδας τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι | |
| 5 | ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα |
| βίον, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νό- | |
| μους τᾶς πόλιος· Καλλίμαχος Βαβύλου. μάρτυροι· οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας, ἰδιῶται Δρομοκλείδας, Ἁγί- | |
| ων Κλευδάμου, Δαμόστρατος, Μένης, Φίλαγρος. |