[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος Βαβύλου μηνὸς Ἡρακλείου, ἀπ[έ]δοντο Με- |
| νὼ καὶ Καλλίας οἱ Δίωνος κοράσιον ἇι ὄνομα Συνω- | |
| ρὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου στα- | |
| τήρων τριάκοντα, καὶ τὰν τιμὰν ἔχοντι, κα- | |
| 5 | θὼς ἐπίστευσε Συνωρὶς τῶι Ἀπόλλωνι, ἐφ’ ὅτωι |
| ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, | |
| ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν | |
| οἷς κα θέλη· εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κα- | |
| ταδουλισμῶι Συνωρίδος, συλήτω ὁ πα- | |
| 10 | ρατυχὼν ὡς ἐλευθέραν ἐοῦσαν. βεβαι- |
| ωτὴρ κατὰ τοὺς νόμους [τ]ᾶς πόλιος· | |
| Πολίτας Ἀσάνδρου. μ[άρ]τυροι· ὁ ἱερεὺς | |
| Ἀνδρόνικος κ[α]ὶ ὁ νεωκόρος Μένης | |
| καὶ τῶν ἀρχόντων Ἰατάδας καὶ ἰδι- | |
| 15 | ῶται Μηνόδοτος, Πεισίστρατος |
| Βούλωνος, Ἀριστίων Ἄγωνος. | |
| ἁ ὠνὰ παρὰ Μένητα. |