[ ] Phokis — Delphi — undated
1 #⁷[— — — — — — — — — — — — —]
μνᾶν πέν[τε καὶ τὰν τιμὰν ἀ]-
πέχοντι πᾶ[σαν καθὼς ἐπί]-
στευσε Εὐα[μερὶς τῷ θεῷ τὰν]
5 ὠνάν, ἐφ’ ὧιτε [ἐλευθέραν εἶμεν]
καὶ ἀνέφαπτον ἀπ[ὸ πάντων τὸν]
[π]άντα βίον. βεβαιω[τὴρ κατὰ τοὺς]
νόμους τᾶς πόλιος Β[αβύλος Αἰ]-
ακίδα. εἰ δέ τις ἐφάπτο[ιτο Εὐα]-
10 μερίος ἐπὶ καταδουλισ[μῷ, βέ]-
βαιον παρεχόντωι τῶι θ[εῶι τὰν]
[ὠ]νὰν αἵ τε ἀποδόμεναι κ[αὶ ὁ βε]-
[β]αιωτήρ, ὁμοίως δὲ καὶ ὁ πα[ρατυ]-
[χ]ὼν κύριος ἔστω συλέων Ε[ὐαμε]-
15 [ρ]ὶν ὡς ἐλευθέραν οὖσαν, ἀ[ζάμι]-
[ο]ς ὢν καὶ ἀνυπόδικος πάσα[ς δί]-
[κ]ας καὶ ζαμίας. μάρτυρες οἵ [τε ἱε]-
[ρ]εῖς τοῦ Ἀπόλλωνος Λαιάδ[ας]
Βαβύλου, Δάμων Ἀγάθωνος, [καὶ]
20 ἰδιῶται Διονύσιος Ἀστοξέ[νου],
Εὐκλείδας Αἰακίδα, Κλε[οξε]-
νίδας Ἀθανίωνος, Δωρό[θεος]
Διοδώρου, Ἀρίστων Ξενίαι.
Search Help
Contact Us