[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Μελισσίωνος, μηνὸς Ἰλαίου, βουλευόντων Ἀριστοκλέα |
| τοῦ Φιλονίκου, Ἀντιφίλου τοῦ Γοργίλου, ἀπέδοτο Φιλέρως Δημητρί- | |
| ου τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ κοράσιον ᾇ ὄνομα Τρύφαινα | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ | |
| 5 | κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκλείδας Ἡρακλείδα. εἰ δέ τις ἐφάπτοι- |
| το Τρυφαίνας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠ- | |
| νὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
| κύριος ἔστω συλέων Τρύφαιναν ὡς ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυ- | |
| πόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Τρύφαινα Φιλέ- | |
| 10 | ρωτι καὶ τᾷ γυναικὶ αὐτοῦ Πραπίδι, ποιοῦσα τὸ ἐπιτασσόμενον |
| πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμίναι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμενον, | |
| ἐξουσίαν ἐχέτω Φιλέρως καὶ Πραπὶς ἐπιτιμέοντες Τρυφαίνᾳ | |
| τρόπῳ ᾧ κα θέλωντι. δότω δὲ Τρύφαινα Στάκτῃ ἀργυρίου μνᾶς δύο ἢ ἐνι- | |
| αὐσιον βρέφος. εἰ δὲ θέλοι προαπελθεῖν δότωι ἀργυρίου μνᾶς τρεῖς | |
| 15 | Φιλέρωτι ἢ Πραπίδι καὶ ἔστω ἐλαυθέρα. μάρτυρες οἵ τε |
| ἱερεῖ<ς> τοῦ Ἀπόλλωνο<ς> Καλλίστρατος, Διόδωρος καὶ ἰδιῶται Νικαῖος, | |
| <Σ>έλαυκο<ς>, Πολυκράτης, Ἡρακλείδας, Ἀντιφάνης. |