[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Μελισσίωνος, μηνὸς Ἰλαίου, βουλευόντων Ἀριστοκλέα
τοῦ Φιλονίκου, Ἀντιφίλου τοῦ Γοργίλου, ἀπέδοτο Φιλέρως Δημητρί-
ου τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ κοράσιον ᾇ ὄνομα Τρύφαινα
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ
5 κατὰ τοὺς νόμους τᾶς πόλιος Εὐκλείδας Ἡρακλείδα. εἰ δέ τις ἐφάπτοι-
το Τρυφαίνας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠ-
νὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
κύριος ἔστω συλέων Τρύφαιναν ὡς ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυ-
πόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Τρύφαινα Φιλέ-
10 ρωτι καὶ τᾷ γυναικὶ αὐτοῦ Πραπίδι, ποιοῦσα τὸ ἐπιτασσόμενον
πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμίναι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμενον,
ἐξουσίαν ἐχέτω Φιλέρως καὶ Πραπὶς ἐπιτιμέοντες Τρυφαίνᾳ
τρόπῳ ᾧ κα θέλωντι. δότω δὲ Τρύφαινα Στάκτῃ ἀργυρίου μνᾶς δύο ἢ ἐνι-
αὐσιον βρέφος. εἰ δὲ θέλοι προαπελθεῖν δότωι ἀργυρίου μνᾶς τρεῖς
15 Φιλέρωτι ἢ Πραπίδι καὶ ἔστω ἐλαυθέρα. μάρτυρες οἵ τε
ἱερεῖ<ς> τοῦ Ἀπόλλωνο<ς> Καλλίστρατος, Διόδωρος καὶ ἰδιῶται Νικαῖος,
<Σ>έλαυκο<ς>, Πολυκράτης, Ἡρακλείδας, Ἀντιφάνης.
Search Help
Contact Us