[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχ]οντος Ἀντιγένεος τοῦ Ἀρχία, μηνὸς Ἰλαίου, βουλευόντων Φιλλέα το[ῦ Λαμένεος, Ἀθανίωνος] |
| [τοῦ] Κλεοξενίδα, ἀπέδοντο Ἀντ[ί]γονος Βαβύλου καὶ Πολύα Ευ[․3-4․]α σῶμα [ἀνδρεῖον οἰ]- | |
| [κογ]ενὲς ᾧ ὄνομα Σωσίπατρος τειμᾶς ἀργυρίου μνᾶν δέκα τριῶν καὶ στ[ατῆρας —] | |
| [καὶ] τὰν τειμὰν ἀπέχοντι πᾶσ[αν]. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό[λιος — —] | |
| 5 | [․3-4․]αντου, καθὼς ἐπίστευσε Σωσίπατρος τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλ[εύθερος εἶμεν] |
| [καὶ ἀ]νέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο Σω[σιπάτρου ἐπὶ] | |
| [κα]ταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι [καὶ ὁ βεβαιωτήρ]. | |
| [ὁ]μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωσίπατρον ἐλεύθερον ἀζ[άμιος ὢν καὶ] | |
| ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Π[υθίου Κ]αλ- | |
| 10 | λίστρατος Αἰακίδα, Φίλων Στρατάγου καὶ ἰδιῶται Πολέμαρχος Δάμωνος, Εὐκλείδας Ἡρακλεί- |
| δα, Μελισσίων Διονυσίου, Διονύσιος Ἀστοξένου, Κλέων Διοδώρου. |