[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχ[οντος] Ἡρακλείδα μηνὸς Ποι[τροπίου, βουλευόν]- |
| [τ]ων [Φιλον]είκου, Ἀθανίωνος, Στρά[τωνος, Ἐμμενίδα], | |
| [ἀπέδοτο] Εἰράνα συνευδοκεούσας [καὶ τᾶς θυγα]- | |
| [τρὸς αὐτᾶς] Ἀριστοῦς τῷ Ἀπόλλωνι τ[ῶι Πυθίωι σῶμα] | |
| 5 | [ἀνδρεῖο]ν παιδάριον ὧι ὄνομα Φαρ[νάκης τὸ γένος] |
| [οἰκογ]ε̣νῆ τιμᾶς ἀργυρίου μνᾶν τριῶ[ν καὶ τὰν τι]- | |
| [μὰν ἀπέχ]ει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς ν[όμους] | |
| [τᾶς πόλιο]ς Φιλόνικος Νικία, καθὼς ἐπίστευ[σε] | |
| [Φαρνάκης] τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερ[ον εἶμεν] | |
| 10 | κ[αὶ ἀνέφ]απτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦ[ντα ὅ κα θέ]- |
| λ[ῃ καὶ ἀπ]ο̣τρέχοντα οἷς κα θέλῃ. εἰ [δ]έ τις ἐφάπτ[οιτο] | |
| Φ[αρνάκε]ος ἐπὶ καταδουλισμῶι, βέβαιον παρ[εχόν]- | |
| τ[ω τῶι θ]εῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Εἰράνα καὶ | |
| ὁ [βεβαιω]τὴρ βεβαιούτω. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
| 15 | [χὼν κύρι]ος ἔστω συλέων Φαρνάκη ὡς ἐ<λ>εύθε- |
| [ρον, ἀζάμιος] ὢν καὶ ἀνυπόδικος πάσας δίκας | |
| κ[αὶ ζαμίας]. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπό<λ>λω- | |
| ν[ος Ξενοκρ]άτης Ἀγησιλάου, Αἰακίδας Βαβύλου, | |
| Ι[․․c.7․․]ας Διοδώρου, Βαβύλος Λαιάδα, Ὀρθαῖος Ἁγί- | |
| 20 | ω[νος]. |