[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Νικάνδρου τοῦ Βούλωνος, |
| μηνός Βουκατίου, βουλευόντων Νικία, | |
| Μέντορος, Ὀρθαίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| [Κ]λεόδαμος Ἀντιπάτρου, συνευαρεστ[ε]- | |
| 5 | [ο]ύσας καὶ τᾶς θυγατρὸς αὐτοῦ Κλεοῦς, [τῷ] |
| [Ἀπ]όλλωνι τῶι Πυθίῳ κοράσιον ᾇ ὄνομα [Ὀ]- | |
| [να]σίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, κ[αὶ] | |
| [τὰ]ν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ [κατὰ] | |
| τοὺς νόμους τᾶς πόλιος Ἄ[ρχων] Νικοσστράτου. εἰ δέ τις ἐφάπτοιτο Ὀνα- | |
| 10 | [σιφόρ]ου ἐπὶ καταδουλισμῷ, βέβαιον παρε- |
| [χόντω] τῶι θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος | |
| [Κλεό]δαμος καὶ ὁ βεβαιωτὴρ Ἄρχων. παραμι- | |
| [νάτω] δὲ Ὀνασίφορον [Κ]λεοδάμῳ καὶ Θεο- | |
| [δοσίᾳ] τᾷ γυναικὶ Κλε[ο]δάμου ἕως κα ζῶντι | |
| 15 | [Κλεόδ]αμος καὶ Θεο[δο]σία, ποιοῦσα πᾶν |
| [ἀνεγκ]λήτως. εἰ δὲ [μὴ] ποέοι, κύριος ἔστω | |
| [Κλεό]δαμος καὶ Θεο[δ]οσία ἐπιτιμέοντες | |
| [τρόπ]ῳ ᾧ κα θέλω[ν]τι. μάρτυροι οἵ τε ἱε- | |
| [ρεῖς τ]οῦ Ἀπόλλωνο[ς] Λαιάδας, Νικόστρα- | |
| 20 | [τος, κ]αὶ ἰδιῶται Ἀρχίας, Πάσων, Εὐκλείδας. |