[ ]
Phokis — Delphi — 49/8 BC
| 1 | [ἄρ]χοντος Ἀμύντα τοῦ Εὐανγέλου, [μηνὸς Βου]κατίου, βουλευόντων Διοδώρου |
| [τ]οῦ Δωροθέου, Σωστράτου τοῦ Διονυ[σίου, ἐπὶ τ]οῖσδε ἀπέδοντο Σώστρατος | |
| Σωστράτου καὶ Νικοστράτα Δαμοκρίτο[υ τῶι Ἀπό]λλωνι τῶι Πυθίωι σώματα δύο οἷς ὀ- | |
| νόματα Θεόδωρος καὶ {αι} Ἀφροδισία τὸ γ[έν]ο[ς οἰκογε]νῆ τιμᾶς ἀργυρίου μνᾶν δεκαδύο καὶ | |
| 5 | τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτῆρ[ες] κα[τὰ τοὺς ν]όμους τᾶς πόλιος Διόδωρος Δωρο- |
| θέου, Ἀρχίδαμος Νικοβούλου. παραμεινάτω [δὲ] Θεόδ[ωρος κα]ὶ Ἀφροδισία Σωστράτῳ καὶ Νικοστράτᾳ | |
| [ἕ]ως κα ζώωντι, ποιοῦντες πᾶν τὸ ἐπιτασσόμενον ἀν[εγκλ]ήτως. εἰ δὲ μὴ ποιέοισαν, ἐξουσίαν | |
| [ἐχέ]τωσαν ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι. ἐπε[ὶ δέ] κα τι πάθωντι Σώστρατος καὶ Νικο- | |
| [στρ]άτα, ποησάτωσαν Θεόδωρος καὶ Ἀφροδισία τὰ ποτὶ γ[ᾶν] πάντα καὶ ἐλεύθεροι ἔστωσαν καὶ ἀνέφαπτοι | |
| 10 | [καὶ μ]ηθενὶ μηθὲν ποθει[κ]ότες. εἰ δέ τις ἐφάπτοιτο Θεο[δώ]ρ[ου ἢ Ἀ]φροδεισίας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν- |
| [τω τῶι θε]ῶι τὰν ὠν[άν] οἱ ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίω[ς] δὲ [καὶ ὁ παρατυχὼ]ν κύριος ἔστω συλέων Θεόδωρον καὶ Ἀφροδισί[αν] | |
| [․․6․․․ ἐ]<λ>ευθερ[․․․ ἀζάμι]ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας [καὶ ζαμίας. μά]ρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Ν<ι>κ[όσ]- | |
| [τρατος Ἄρχω]νος, Ξενό[κριτος Μένητ]ος καὶ [ἰ]δ[ιῶ]ται Νικόβουλ[ος — — — —, Κλε]όμαντις Δίνωνος, Σατυρίων Σατύρ[ου]. |