[ ] Att. — Rhamnous — ca. 250-230 BC — ArchEph (1953) 123
1 [— — — ἔθυσε δὲ τῶι Διὶ τῶι σωτ]ῆρι καὶ τεῖ [θη]-
[ναῖ τεῖ σωτείραι καὶ(?) — —]#⁷ος ἐκομίσατο τὴν π̣α-
[— — — — — —]Ι#⁷ΑΙ λαμπάδα ἐποίησεν ἐκ τῶν στρατευ-
[ομένων Ῥαμνοῦ]ντι καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον
5 [ἦν περὶ π]λείστου ποιούμενος τὴν πρὸς τοὺς θεοὺς εὐσέβε[ι]-
[αν καὶ] τ̣ὴ̣ν πρὸς τοὺς πολίτας φιλοτιμίαν, ὅπως ἂν οὖν κα[ὶ]
[οἱ ἐν τοῖς φρο]υρίοις στρατευόμενοι τῶν πολιτῶν φανεροὶ
[ὦσι χάρ]ιτας ἀξίας ἀποδιδόντες τοῖς φιλοτιμουμένοις
[περὶ ἑ]α̣υτούς· ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς
10 [στρατευο]μένοις Ῥαμνοῦντι ἐπαινέσαι Δημόστρατον
[— — —] Φλυέα καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ
[τὸν νό]μον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ
[εἴς τε] τ̣ὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων, ὁμοίως δὲ̣
[καὶ εἰς ἑαυ]τούς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει
15 [λιθί]νει καὶ στῆσαι οὗ ἂν οὗτος αἱρῆται· ἑλέσθαι δὲ τρεῖς
[ἄνδρας] οἵτινες συντελοῦσι τὰ ἐψηφισμένα, τὸ δὲ γε-
[νόμενον ἀν]ά̣λ̣ω̣μα μερίσαι τὸν ταμίαν ἐκ τοῦ κοινοῦ, ἐπαινέ-
[σαι δὲ] κ̣α̣ὶ̣ τ̣ὸ̣ν̣ ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄαθεν καὶ στε-
[φα]ν̣ῶ̣σ̣α̣ι̣ θ̣α̣λ̣λοῦ στεφάνωι δικαιοσύνης ἕνεκεν τῆς εἰς ἑ-
20 [αυ]τούς· οἵδε εἱρέθησαν Ἀντιφάνης ἐξ Οἴου, Ξενόφιλος Κυ-
[δαντ]ίδης, Θεογείτων [Ῥα]μνούσιος.
Search Help
Contact Us