| — — — | |
| 1 | μον[— εἰδότες ὅτι χάριτας] |
| ἀξίας [κομι]οῦντα[ι ὧν ἂν εὐεργετήσω]σ[ιν· ἀγαθῆι] τύχη[ι]· | |
| δεδόχθαι Ἀθηναίων [τ]ο[ῖ]ς στρα[τε]υομέν[ο]ις Ῥ[α]μνοῦν- | |
| τι· ἐπαινέσαι Δικαίαρχον Ἀ[π]ο[λλ]ωνίου Θριά[σιον] | |
| 5 | καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ φι- |
| λοτιμίας τῆς εἰς ἑαυτοὺς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
| μα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι θ]εάτρωι, εἰς δὲ | |
| τὴν ἀναγραφὴν εἰσενεγκεῖν τοὺς νομ////////////// | |
| ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦ- | |
| 10 | σιν τὰ ἐψηφισμένα· οἵδε εἱρέθησαν· Λέων Ἅγνωνος Ὄαθεν, |
| Θεόδωρος Νικωνύμου Φλυεύς, Γλαύκων Σωσικράτου | |
| Χολλείδης. | |
| Ἀθηναίων | |
| οἱ στρατευόμενοι | |
| 15 | Ῥαμνοῦντι |
| Δικαίαρχον. |