[ ]
Att. — Rhamnous — 236/5 BC — SEG 25.155
| 1 | ἐπὶ Ἐκφάντου ἄρχοντος· ἔδοξεν Ῥαμνουσίοις· Ἐλπίνικος |
| [Μ]νησίππου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Δικαίαρχος πατρικὴν | |
| [π]αρειληφὼς φιλίαν πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ | |
| [κ]οινὸν τῶν Ῥαμνοῦντι ταττομένων διαφυλάττει τὴν φιλί- | |
| 5 | [α]ν καὶ κατασταθεὶς μετὰ τοῦ πατρὸς Ἀπολλωνίου ὑπὸ το[ῦ] |
| [βα]σιλέ[ως Ἀν]τ[ιγ]όνου ἐπὶ τὴν φυλακὴν τοῦ φρουρίου καλ[ῶς] | |
| καὶ φιλοτίμως ἐπεμελήθη τῆς τε φυλακῆς τοῦ φρουρίου καὶ | |
| τῶν οἰκούντων ἐν αὐτῶι, εὔτακτον παρέχων αὑτόν τε καὶ τοὺς | |
| στρατιώτας τοὺς ὑπὸ τὸν πατέρα ταττομένους καὶ διὰ | |
| 10 | ταῦτα αὐτοὺς ἀμφοτέρους Ῥαμνούσιοι καὶ Ἀθηναίων οἱ οἰ- |
| κοῦντες τὸ φρούριον ἐστεφάνωσαν χρυσῶι στεφάνωι κατὰ | |
| τὸν νόμον· ὡσαύτως δὲ καὶ ἐπ’ Ἐλευσῖνος γενόμενος ὁ πατὴρ | |
| [αὐ]τοῦ ἐπαινέθη καὶ ἐστεφανώθη ὑπό τε τῶν Ἐλευσινίων καὶ τῶν ἄλ- | |
| λων Ἀθηναίων τῶν οἰκούντων ἐν τῶι φρουρίωι· καὶ πάλιν αὐτὸς | |
| 15 | κατασταθεὶς εἰς Πάνακτον καλῶς καὶ εὐδόξ[ω]ς ἐπεμελήθη |
| τῆς τε τοῦ φρουρίου φυλακῆς καὶ τῆς ἄλλης χώρας τῆς Ἀττι- | |
| κῆς· καὶ νῦν τεταγμένος ὑπὸ τοῦ βασιλέως Δημητρίου ἐν τεῖ | |
| ἄκραι τεῖ Ἐρετριέων διατελεῖ εὔνους ὢν τῶι δήμωι τῶι Ἀθη- | |
| ναίων καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι τοῖς ὑπεκτεθημένοις τὰ βοσκή- | |
| 20 | ματα διὰ τὸν πόλεμον διασώιζων καὶ βοηθῶν εἰς ὃ ἂν αὐτ[όν] |
| τις παρακαλεῖ· καὶ παραγενομένου τοῦ στρατηγοῦ Φιλοκή- | |
| [δ]ου εἰς Ἐρετρίαν συνηγόρησέν τε τούτωι καὶ τῶν πολιτῶν | |
| [ἕ]να ἀπηγμένον ἐπὶ θανάτωι ἐξείλετο ἐκ τοῦ [δε]σμωτηρί[ου] | |
| καὶ ἀνέσωισεν ἀποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸς | |
| 25 | τοὺς πολίτας· ἐπαγγέλλεται δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον |
| εἰς ὃ ἂν αὐτόν τις παρακαλεῖ ἢ κοινεῖ ὁ δῆμος ἢ ἰδίαι τις τῶ[ν] | |
| πολιτῶν χρείας παρέξεσθαι· ἔδωκεν δὲ καὶ ἱερεῖα εἰς τὴν θυ- | |
| σίαν τῶν Νεμεσίων καὶ τοῦ βασιλέως ἐκ τῶν ἰδίων, ἐγλειπου- | |
| [σ]ῶν τῶν θυσιῶν διὰ τὸν πόλεμον, ὅπως ἔχει καλῶς τὰ πρὸς | |
| 30 | [τ]ὰς θεὰς Ῥαμνουσίοις· τύχει τεῖ ἀγαθεῖ· δεδόχθαι Ῥαμνου- |
| σίοις καὶ τοῖς [ἄλ]λοις Ἀθηναίοις καὶ τ[οῖ]ς οἰκοῦσιν ἐν Ῥαμνουν- | |
| τι πᾶσιν· ἐπαινέσαι Δικαίαρχον [Ἀπο]λλωνίου Θριάσιον, ἀρ[ε]- | |
| τῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατέλει εἴς τε τὸν [βασιλέ]- | |
| α Δ[ημήτριον] καὶ εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ εἰς τὸ | |
| 35 | κοινὸν τῶν οἰκ[ού]ντων Ῥαμνοῦντα καὶ στεφανῶσαι αὐτὸν χρυ- |
| σῶι στεφάνωι κατὰ τὸν νόμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
| μα τοὺς ἐπιμελητὰς καὶ τὸν δήμαρχο[ν] τὸν Ῥαμνουσίων | |
| ἐν στήλαις λιθίναις δυεῖν ἵνα εἶ ὑπόμνημα τοῖς βουλομένοις | |
| εὐεργετεῖν τὸ κοινὸν Ῥαμνουσίων καὶ τῶν οἰκούντων τὸ φρού- | |
| 40 | ριον καὶ στῆσαι τὴν μὲν ἐν τῶι τεμένει τοῦ Διονύσου, τὴν δ’ ἐν |
| τῶι Νεμεσίωι· εἰς δὲ τὴν ποίησιν στηλῶν καὶ τὴν ἀναγρ[α]- | |
| φὴν τοῦ ψηφίσματος μερίσαι τὸν ταμίαν τὸν Ῥαμνουσίων | |
| τὸ ἀναλωθὲν καὶ λογίσασθαι τοῖς δημόταις· ἑλέσθαι δὲ κ[αὶ] | |
| ἐξ ἑαυ[τῶν] πέντε ἄνδρας οἵτινες συντελοῦσιν τὰ ἐψηφισ- | |
| 45 | μένα ἤδη· οἵδε εἱρέθησαν· Ἐλπίνικος Μνησίππου, Λυκέας |
| Ἱεροκλέου, Στρόμβιχος Κλεοδωρίδου, Θρασύμαχος Ἀντιμάχου, | |
| Λυσίθεος Διοκλέου. | |
| [οἱ οἰ]κοῦντες | |
| τῶν πολιτῶν | |
| 50 | Ῥαμνοῦντι |
| Δικαίαρχον. |