[ ]
Att. — Rhamnous — ca. 250-230 BC — ArchEph (1953) 123
| 1 | [— — — ἔθυσε δὲ τῶι Διὶ τῶι σωτ]ῆρι καὶ τεῖ Ἀ[θη]- |
| [ναῖ τεῖ σωτείραι καὶ(?) — —]#⁷ος ἐκομίσατο τὴν π̣α- | |
| [— — — — — —]Ι#⁷ΑΙ λαμπάδα ἐποίησεν ἐκ τῶν στρατευ- | |
| [ομένων Ῥαμνοῦ]ντι καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον | |
| 5 | [ἦν περὶ π]λείστου ποιούμενος τὴν πρὸς τοὺς θεοὺς εὐσέβε[ι]- |
| [αν καὶ] τ̣ὴ̣ν πρὸς τοὺς πολίτας φιλοτιμίαν, ὅπως ἂν οὖν κα[ὶ] | |
| [οἱ ἐν τοῖς φρο]υρίοις στρατευόμενοι τῶν πολιτῶν φανεροὶ | |
| [ὦσι χάρ]ιτας ἀξίας ἀποδιδόντες τοῖς φιλοτιμουμένοις | |
| [περὶ ἑ]α̣υτούς· ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς | |
| 10 | [στρατευο]μένοις Ῥαμνοῦντι ἐπαινέσαι Δημόστρατον |
| [— — —] Φλυέα καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ | |
| [τὸν νό]μον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ | |
| [εἴς τε] τ̣ὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων, ὁμοίως δὲ̣ | |
| [καὶ εἰς ἑαυ]τούς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει | |
| 15 | [λιθί]νει καὶ στῆσαι οὗ ἂν οὗτος αἱρῆται· ἑλέσθαι δὲ τρεῖς |
| [ἄνδρας] οἵτινες συντελοῦσι τὰ ἐψηφισμένα, τὸ δὲ γε- | |
| [νόμενον ἀν]ά̣λ̣ω̣μα μερίσαι τὸν ταμίαν ἐκ τοῦ κοινοῦ, ἐπαινέ- | |
| [σαι δὲ] κ̣α̣ὶ̣ τ̣ὸ̣ν̣ ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄαθεν καὶ στε- | |
| [φα]ν̣ῶ̣σ̣α̣ι̣ θ̣α̣λ̣λοῦ στεφάνωι δικαιοσύνης ἕνεκεν τῆς εἰς ἑ- | |
| 20 | [αυ]τούς· οἵδε εἱρέθησαν Ἀντιφάνης ἐξ Οἴου, Ξενόφιλος Κυ- |
| [δαντ]ίδης, Θεογείτων [Ῥα]μνούσιος. |