[ ]
Megaris — Megara — early 3rd c. BC
| 1 | ἐπειδὴ Ἀγαθοκλῆς Ἀρχιδάμου |
| Βοιώτιος εὔνους ἐὼν διατελεῖ | |
| καὶ εὐεργέτας τοῦ δάμου τοῦ | |
| Μεγαρέων, ἀγαθᾶι τύχαι, δεδό- | |
| 5 | χθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, |
| πρόξενον αὐτὸν εἶμεγ καὶ ἐκ- | |
| γόνους αὐτοῦ τᾶς πόλιος τᾶς | |
| Μεγαρέωγ καττὸν νόμον· εἶμεν | |
| δὲ αὐτῶι καὶ οἰκίας ἔμπασιν | |
| 10 | καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ- |
| σιν οἷς ἁ πόλις τίθητι. ἀγγραψά- | |
| τω δὲ τὸ δόγμα τόδε ὁ γραμμα- | |
| τεὺς τοῦ δάμου ἐν στάλαι λιθί- | |
| ναι καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. | |
| 15 | βασιλεὺς Πασιάδας, ἐστρατά- |
| γουν Διονύσιος Πυρρίδα, Δαμέ- | |
| ας Ματροκλέος, Ἀντίφιλος Σμά- | |
| χου, Μνασίθεος Πασίωνος, Ἑρκίων̣ | |
| Τέλητος, γραμματεὺς βουλᾶς | |
| 20 | καὶ δάμου Ἵππων Παγχάρεος. |