[ ]
Megaris — Megara — after 306 BC
| 1 | ἐπειδ[ὴ] Ἑρμῶναξ Ἑρμογένεος Τροζάνιος διατελεῖ εὔ- |
| νους ἐὼν τῶι δάμωι τῶι Μεγαρέων, ἀγαθᾶι τύχαι, δε- | |
| δόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, πρόξενον εἶμεν | |
| καὶ εὐεργέταν τᾶς πόλιος τᾶς Μεγαρέων καὶ ἐκ- | |
| 5 | γόνους αὐτοῦ· εἶμεν δὲ αὐτῶι καὶ ἀτέλειαγ καὶ |
| ἀσυλίαγ καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαν | |
| καὶ πολέμου καὶ εἰράνας, καὶ οἰκίας ἔμπασιν. | |
| ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ | |
| δάμου ἐν στάλαι καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖ[ον]. | |
| 10 | βασιλεὺς Θεόμαντος, ἐστρατάγουν Φωκῖνος Εὐ- |
| άλκου, Ἀριστότιμος Μενεκράτεος, Δαμοτέλης | |
| Δαμέα, Θέδωρος Παγχάρεος, Πρόθυμος Ζεύξιος, | |
| Τίμων Ἀγάθωνος, γραμματεὺς βουλᾶς καὶ δά- | |
| μου Πασίων Δωροθέου. |