[ ]
Megaris — Megara — early 3rd c. BC
| 1 | ἐπειδὴ Διόκριτος Διοκρίτου Ἁλι- |
| καρνασσεὺς εὔνους ἐὼν διατε- | |
| λεῖ τῶι δάμωι τῶι Μεγαρέων καὶ | |
| χρείας παρέχεται τοῖς δεομέ- | |
| 5 | νοις ἀεὶ Μεγαρέων, ἀγαθᾶι τύχαι, |
| δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δά- | |
| μωι, πρόξενον εἶμεγ καὶ εὐεργέ- | |
| ταν αὐτὸγ καὶ ἐκγόνους τᾶς πό- | |
| λιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐ- | |
| 10 | τῶι ἀσυλίαγ καὶ κατὰ γᾶγ καὶ κα- |
| τὰ θάλασσαγ καὶ ἐμ πολέμωι | |
| καὶ ἐν εἰράναι. τὸ δὲ δόγμα τόδε | |
| ἀγγραψάτω ὁ γραμματεὺς τοῦ δά- | |
| μου εἰς στάλαν λιθίναγ καὶ ἀν- | |
| 15 | θέτω εἰς τὸ Ὀλυμπιεῖον. βασιλεὺς |
| Πασιάδας, ἐστρατάγουν Διονύ- | |
| σιος Πυρρίδα, Δαμέας Ματρο- | |
| κλέος, Ἀντίφιλος Σμάχου, Μν- | |
| ασίθεος Πασίωνος, Ἑρκίων Τέλ̣[η]- | |
| 20 | τος, γραμματεὺς βουλᾶς καὶ [δά]- |
| μο[υ] Ἵππων Παγχάρεος. |