[ ]
Megaris — Megara — early 3rd c. BC
| 1 | ἐπὶ βασιλέος Πασιάδα, |
| ἐγραμμάτευε βουλᾶι καὶ δάμωι Ἵππων Παγ- | |
| χάρεος, ἐστρατάγουν Διονύσιος Πυρρίδα, | |
| Δαμέας Ματροκλέος, Ἀντίφιλος Σμάχου, | |
| 5 | Μνασίθεος Πασίωνος, Ἑρκίων Τέλητος· |
| ἐπειδὴ Τελεσίας Ταυρίωνος, Πειθανορίδας | |
| Νικαίθου Φλειάσιοι εὔνοοι ἐόντες διατελοῦν- | |
| τι τῶι δάμωι τῶι Μεγαρέωγ καὶ χρείας παρε- | |
| χόμενοι ἀεὶ τῶι δεομένωι τῶμ πολιτᾶν ἐμ | |
| 10 | παντὶ καιρῶι, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι |
| βουλᾶι καὶ τῶι δάμωι, προξένους εἶμεν αὐ- | |
| τοὺς καὶ εὐεργέτας τᾶς πόλιος τᾶς Μεγαρέ- | |
| ωγ καὶ ἐκγόνους αὐτῶν, ὑπάρχειν δὲ καὶ τἆλ- | |
| λα πάντα αὐτοῖς, [ὅ]σα καὶ τοῖς ἄλλοις προξέ- | |
| 15 | νοις ὑπάρχ[ο]ντά ἐστι καττὸν νόμον. ἀγγράψ- |
| [αι δὲ] τόδε τὸ δόγμα, τὸγ γραμματέα τοῦ δά- | |
| μου εἰς στάλαγ καὶ ἀνθέμεν εἰς [τὸ] Ὀλυμπιεῖον. |