[ ]
Euboia — Eretria — ca. 100-95 BC — cf. Addenda p.177 — cf. IG XII, Suppl. 179,237
| [— — — — — — — — — — — — — — — — — — — — —] | |
| 1 | ․ας [τύχῃ ἀγαθῇ δεδόχθαι τοῖς τε συνέδροις] |
| [κ]αὶ τῶι δή[μωι· ἐπαινέσαι Ἱπποσθένην Αἰσχύλου] | |
| [κ]αὶ Αἰσχύλ[ον Ἱπποσθένου τὸν υἱὸν αὐτοῦ ἐπί τε] | |
| τ̣οῖς προγεγε[νημμένοις καὶ ἐπὶ τῆι πρὸς τὴν] | |
| 5 | π̣όλιν εὐνοίαι κ[αὶ στεφανῶσαι ἑκάτερον αὐτῶν] |
| [χ]ρυσῶι στεφάνω[ι καὶ εἰκόσιν χαλκαῖς δυσίν]· | |
| στῆσαι δὲ τὰς ε[ἰκόνας τὰς μὲν ἑτέρας ἐν τῶι γυ]- | |
| μνασίωι ἐν τῶι ἐ[πιφανεστάτωι τόπωι πρὸ τοῦ] | |
| βήματος, τὰς δὲ ἐν̣ [τῶι ἱερῶι τῆς Ἀρτέμιδος τῆς Ἀμα]- | |
| 10 | ρυσίας καὶ ἐπιγράψαι [ὅτι "ὁ δῆμος ὁ Ἐρετρι]- |
| έων Ἱπποσθένην Αἰσχύλ̣[ου καὶ Αἰσχύλον Ἱπ]- | |
| ποσθένου ἀρετῆς ἕνε[κεν καὶ εὐνοίας τῆς εἰς ἑαυ]- | |
| τ̣όν", ὅπως εὔσημος ὑπάρ[χηι τοῖς τε πολίταις πᾶσι] | |
| [κ]αὶ τοῖς παρεπιδημοῦσι [τῶν ξένων ἥ τε τῶν τετι]- | |
| 15 | [μ]ένων πρὸς τὰ κο[ι]νὰ πρ[άγματα φιλαγαθία καὶ τοῖς ἐ]- |
| [π]ιγ̣ι̣νο[μένοις ὑπόμνημα ἦι τῆς τοῦ δήμου εὐχαριστίας ἕ]- | |
| [τ]εροί τε ὦσ[ιν ζηλωταὶ τῶν παραπλησίων τιμωμένων ὑ]- | |
| πὸ τοῦ δήμου [τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· ἀναγράψαι δὲ] | |
| τόδε τὸ ψήφισ[μα εἰς στήλας λιθίνας δύο καὶ στῆσαι τὴν] | |
| 20 | μὲν ἐν τῶι γυμν̣[ασίωι, τὴν δὲ ἐν τῶι ἱερῶι τῆς Ἀρτέμι]- |
| δος· ἀναγορεύεσ[θ]αι δὲ [τὰς ἐψηφισμένας τιμὰς κατ’ ἐνι]- | |
| αυτὸν Διονυσίων τε ἐν τ[ῆι πομπῆι καὶ Ἀρτεμισίων] | |
| τῶι ἀγῶνι τῆς πυρρίχης· τα̣[ῦτα δὲ ὅπως γίνηται ἐπιμέ]- | |
| λειαν ποιεῖσθαι τοὺς κατ’ [ἐνιαυτὸν προβούλους· ἑλέσθαι] | |
| 25 | δὲ καὶ ἐπιστάτην, ὅστις [ἕξει ἐπιμέλειαν περί τε τῆς κατα]- |
| σκευῆς τῶν εἰκόνων [καὶ περὶ τῆς ἀναθέσεως καὶ περὶ] | |
| [τῆς ἀναγρα]φῆς τῶν [ἐψηφισμένων]. |