[ ]
Euboia — Eretria — ca. 100 BC — cf. Add. Ult. p.VII — cf. IG XII, Suppl. 179,236
| 1 | οἱ πρόβουλοι εἶπαν· ἐπειδὴ Θεόπομπος Ἀ[ρχεδήμου] |
| συντηρῶν τὴν ὑπάρχουσαν αὐτῷ διὰ προγόνω̣ν̣ π̣ρ̣[ὸς] | |
| τὸν δῆμον εὔνοιαν καὶ πειρώμενος ἐπὶ πλεῖον αὔ- | |
| ξειν τά τε πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους δίκαια συν- | |
| 5 | τηρεῖν, τὸν ἐπ’ ἀρετῇ καὶ δόξῃ βίον ἐζηλωκὼς ἀπὸ τῆς |
| πρώτης ἡλικίας, βουλόμενός τε τὴν ἀπὸ τῆς ἀρχῆς | |
| πρὸς τὰ κοινὰ πράγματα φιλαγαθίαν φανερὰν καθιστά- | |
| νειν καὶ ἣν ἔχει πρὸς τὴν πόλιν ἐκτένειαν, τῷ τε σύν- | |
| παντι δήμῳ παρέχεται ἑαυτὸν εὔχρηστον καὶ κα- | |
| 10 | τ’ ἰδίαν τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν λέγων |
| καὶ πράττων ἀεὶ τὸ συμφέρον, ἔν τε ταῖς ἀρχαῖς αἷς ἦρ- | |
| ξεν ἴσως καὶ δικαίως πρὸς πάντας ἀνεστράφη ἀνέγ- | |
| κλητον ἑαυτὸν παρασκευάζων καὶ τὴν ἑαυτοῦ μεγα- | |
| λοψυχίαν ἐκτενῆ καθιστάνων πρὸς τὸν δῆμον, βουλό- | |
| 15 | μενός τε τῆς ἑαυτοῦ καλοκἀγαθίας τε καὶ εὐνοίας |
| ἧς ἔχει πρὸς τὸν δῆμον ἀθάνατον ὑπόμνημα καταλεί- | |
| πειν εἰς τὸν ἅπαντα χρόνον, ἀνατέθεικεν ἐκ τοῦ ἰδίου βίου | |
| τῷ δήμῳ εἰς ἐλαιοχρείστιον ἀργυρίου δραχμὰς τετρα- | |
| κισμυρίας εἵνεκεν τοῦ δανειζομένου τοῦ προγεγραμ- | |
| 20 | μένου πλήθους ἐπὶ ὑποθήκαις ἀξιοχρέοσιν καταγο- |
| ράζεσθαι ἀπὸ τοῦ πίπτοντος κατ’ ἐνιαυτὸν τόκου ἔ- | |
| λαιον εἰς τὸ γυμνάσιον, γινομένης ἐγδόσεως ὑπὸ τῶν ἐπὶ | |
| ταῦτα τεταγμένων ἀρχόντων, τόν τε δῆμον κουφίζεσ- | |
| θαι τῆς δαπάνης ταύτης· ὅπως οὖν καὶ ὁ δῆμος εὐχάρισ- | |
| 25 | τος φαίνηται τιμῶν τοὺς ἀρετῇ καὶ δόξῃ διαφέροντας |
| ἄνδρας, ζηλωταί τε πολλοὶ τῶν ὁμοίων γίνωνται τιμω- | |
| μένων {τε} τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· τύχῃ ἀγαθῇ· δεδό- | |
| χθαι τοῖς τε συνέδροις καὶ τῷ δήμωι· ἐπαινέσαι Θεόπομ- | |
| πον Ἀρχεδήμου ἐπί τε τῇ εὐνοίαι καὶ φιλοδοξίαι ᾗ ἔχει | |
| 30 | πρὸς τὸν δῆμον καὶ ἐπὶ τῷ ἀπὸ τῆς πρώτης ἡλικίας τῶν |
| [κ]αλλίστων ζηλωτὴν γινόμενον ἀπόδειξιν πεποιῆσθαι | |
| [ἧς] ἔχει πρὸς τὰ κοινὰ πράγματα μεγαλοψυχίας, καὶ στεφα- | |
| [ν]ῶσαι αὐτὸν χρυσῷ στεφάνῳ καὶ εἰκόσιν χαλκαῖς δυ- | |
| σίν, ὧν τὴν μὲν μίαν στῆσαι ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος | |
| 35 | τῆς Ἀμαρυσίας ἐν τῷ ἐπιφανεστάτῳ τόπῳ, τὴν δὲ ἄλ- |
| λην ἐν τῷ γυμνασίῳ ἐπιγράψαντας· "ὁ δῆμος ὁ Ἐρετριέων | |
| Θεόπομπον Ἀρχεδήμου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς | |
| εἰς αὑτόν"· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλας | |
| λιθίνας δύο καὶ ἀναθεῖναι παρὰ τὰς εἰκόνας, ὅπως ἐκ- | |
| 40 | φανὴς ὑπάρχῃ τοῖς τε πολίταις πᾶσιν καὶ τῶν ξένων |
| τοῖς παρεπιδημοῦσιν ἥ τε τοῦ ἀνδρὸς μεγαλομέρεια καὶ καλο- | |
| κἀγαθία καὶ ἡ τοῦ δήμου εὐχαριστία εἰς τοὺς καλοὺς καὶ ἀ- | |
| γαθοὺς ἄνδρας καὶ πολλοὶ ζηλωταὶ γίνωνται τῶν ὁμοί- | |
| ων· ἀναγορεύεσθαί τε τὰς τιμὰς Διονυσίοις τε, ἐν ᾗ | |
| 45 | συντελεῖται τοῦ Διονύσου ἡ πομπή, καὶ Ἀρτεμισίων |
| τῷ ἀγῶνι τῆς πυρρίχης, τοῦ δὲ κηρύγματος ἐπιμε- | |
| λεῖσθαι τοὺς προβούλους τοὺς ἀεὶ ἐν ἀρχῇ ὄντας· | |
| ἐπιγράψαι δὲ καὶ ἐπὶ τὰς ἑσταμένας ὑπ’ αὐτοῦ εἰκόνας | |
| τῶν τε υἱῶν καὶ τῆς θυγατρός, διότι ἀνατίθησιν αὐ- | |
| 50 | τὰς ὁ δῆμος ὁ Ἐρετριέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς |
| εἰς ἑαυτόν· ὅπως δὲ μένῃ τὸ ἀνακείμενον ἀσφα- | |
| λῶς κατὰ τὴν τοῦ ἀναθέντος βούλησιν καὶ εἰς ἄλλο | |
| μηθὲν ἦι καταχρήσασθαι μηθενὶ ἐξουσίαν εἶναι ἀπὸ | |
| τούτου τοῦ διαφόρου μηδὲ ἀπὸ τοῦ πίπτοντος ἀπ’ | |
| 55 | αὐτοῦ τόκου μήτε καταχρήσασθαι εἰς ἄλλο μηθὲν |
| μήτε ἐπιψηφίσασθαι μήτε ἐπερωτῆσαι· εἰ δὲ μή, ὅ τε γρά- | |
| ψας ἢ ἐπερωτήσας ὀφειλέτω ἱερὰς τῆς Ἀρτέμιδος | |
| δραχμὰς ἑξακισμυρίας καὶ ἔστω ἀπαγωγὴ κατ’ αὐ- | |
| τοῦ τῷ βουλομένῳ ἐπὶ τῷ τρίτῳ μέρει πρὸς τοὺς | |
| 60 | ἄρχοντας, καὶ τὰ γραφέντα ἄκυρα ἔστω. τὸν δὲ δανεισμὸν |
| τῶν διαφόρων γίνεσθαι ὑπό τε τῶν προβούλων καὶ τοῦ γυ- | |
| μνασιάρχου, ἀποδίδοσθαι δὲ ὑπ’ αὐτῶν κατ’ ἐνιαυτὸν καὶ λό- | |
| γον διὰ τοῦ συνεδρίου τῆς γινομένης προσόδου ἀπὸ τοῦ | |
| ἀνακειμένου διαφόρου καὶ τῆς ἐξόδου, ὑφεστηκότος πα- | |
| 65 | ρὰ τῷ ταμίαι κατ’ ἰδίαν λόγου· ἑλέσθαι δὲ καὶ ἐπιστάτην, ὅστις |
| ἕξει ἐπιμέλειαν περί τε τῆς ἀναθέσεως τῶν εἰκόνων καὶ | |
| [πε]ρὶ τοῦ ἀναγραφῆναι τὰ ἐψηφισμένα εἰς τὰς στήλας καὶ τὰ | |
| λοιπὰ τὰ περὶ τῆς ἀναθέσεως ἐπιτελεσθῆναι καὶ τοῦ γε- | |
| νομένου ἀνηλώματος λόγον ἀποδοῦναι τοῖς λογισταῖς· | |
| 70 | τὸν δὲ ταμίαν δοῦναι τὸ εἰς ταῦτα διάφορον καὶ εἶναι εἰς |
| τὸ δέον δεδομένον αὐτῷ· ἐπιστάτης εἱρέθη Φίλιππος | |
| Τηχίππου. |