[ ]
Euboia — Eretria — ca. 100 BC — cf. IG XII, Suppl. 179,235
| wreath.1a | Χαρίδαμος |
| Γαῦρος | |
| Φιλόξενος | |
| Διονύσιος | |
| Διονυσίου | |
| χρηστός. | |
| below wreath.1 | οἱ πρόβουλοι εἶπαν· ἐπειδὴ Μαντίδωρος Καλλικράτο̣[υς] |
| αἱρεθεὶς ὑπὸ τοῦ δήμου γυμνασίαρχος ἐμ πᾶσι τοῖς κατὰ τὴ[ν] | |
| ἀρχὴν ἐνδόξως ἀνεστράφη καὶ ἀξίως ἑαυτοῦ τε καὶ τῶν προγό̣- | |
| νων καὶ τῆς ἐγχειρισθείσης αὐτῶι ὑπὸ τοῦ δήμου π̣ίστεως, συ[ν]- | |
| 5 | ελθόντων τε διὰ τὴν φιλοτιμίαν αὐτοῦ πλειόνων παίδων τε καὶ ἐ- |
| [φ]ήβων καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν ἀρχὴν πειπτόντων, προέστη | |
| τῆς εὐταξίας τῆς ἐν τῶι τόπωι διὰ παντὸς τοῦ χρόνου τῆς | |
| ἀρχῆς, ἐμμονεύσας ἐν τῶι γυμνασίωι δι’ ἐνιαυτ[ο]ῦ· ἔθηκεν δὲ | |
| καὶ ἔλαιον ἱκανὸν καὶ ἐπαλείμματα ὡς χαριέστατα· ὁ̣λ̣ο̣σχερέστε- | |
| 10 | ρόν τε βουλόμενος τοὺς νέους ὠφελεῖν παρ[έ]σ̣χεν ἐκ τοῦ ἰδίου Ὁμ[η]- |
| ρικὸν φιλόλογον Διονύσιον Φιλώτου Ἀθηναῖον, [ὅστις ἐ]σχόλαζεν ἐν τῶ[ι] | |
| γυμνασίωι τοῖς τε ἐφήβοις καὶ [νέοις καὶ τοῖς] ἄλλοις πᾶσι τοῖς | |
| [ο]ἰκείως διακειμένοις πρὸς παιδ[είαν· συνετέλει δὲ καθ’ ἕκ]αστον μ[ῆ]- | |
| [να] θυσίαν τῶι τε Ἑρμε[ῖ καὶ τῶι Ἡρακλεῖ ὑπὲρ τῶν παίδων καὶ τῶν ἐφήβων] | |
| 15 | [καὶ τ]ῶν ἄλλ[ω]ν [πάντων — — — — — — — — — — — — — — — — — — — — —] |
| {²multa desunt}² |