[ ]
Euboia — Eretria — after 252 BC — cf. Addenda p.176 — cf. IG XII, Suppl. 179,212
| 1 | οἱ στρατηγοὶ καὶ οἱ πρόβουλοι εἶπον· |
| ἐπειδὴ Ἀρριδαῖος Ἀλεξάνδρου Μα- | |
| κεδὼν ἀνὴρ ἀγαθὸς γέγονεν περί τε | |
| Ἀλέξανδρον τὸν βασιλέα εὐεργέτην | |
| 5 | γεγενημένο[ν τοῦ δήμ]ου τοῦ Ἐρετρι- |
| [έ]ων καὶ π[ερὶ τοὺς συν]όντας βασιλεῖ | |
| καὶ τῶι δ[ήμ]ω[ι τῶι Ἐρετριέ]ων διατελεῖ | |
| [ε]ὔνους ὢ[ν καὶ λέγει καὶ πράτ]τει ὑπὲρ | |
| τῆς πόλ[εως ὅτι ἂν δύνηται] ἀγαθὸν καὶ | |
| 10 | συναγω[νίζεται βασιλεῖ καὶ τ]ο[ῖ]ς Ἕλλησ[ι] |
| [τ]οῦ τὰ[ς φρουρὰς ἀπιέναι] ἐκ τῶν πό- | |
| [λ]εων, [δεδόχθαι πρ]ό[ξ]ενον ε[ἶ]- | |
| ναι καὶ [εὐεργέτην τοῦ δήμου τ]οῦ Ἐρετρ[ι]- | |
| έων [καὶ αὐτὸν καὶ ἐκγόνους· εἶν]αι δὲ αὐ- | |
| 15 | τῶι κ[αὶ γῆς καὶ οἰκίας ἔγκτησιν κ]αὶ ἀσυλί- |
| αν κ[αὶ ἄδειαν καὶ ἀσφάλειαν καὶ κ]ατὰ γῆν | |
| καὶ κ[ατὰ θάλατταν αὐτῶι καὶ ἐκγόν]οις κα[ὶ] | |
| [π]ολ[έμου καὶ εἰρήνης καὶ ἀτέλε]ιαν ε[ἰ]- | |
| σάγο[ντι εἰς Ἐρέτριαν καὶ ἐξάγοντι καὶ] πρόσο- | |
| 20 | [δ]ον [πρὸς τὴν βουλὴν καὶ τὸν δῆμ]ον πρώ- |
| τωι με[τὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδ]ε τὸ ψ[ή]- | |
| φισμα ἐ[ν στήληι λιθίνηι καὶ στῆσ]αι ἐν | |
| τῶι ἱερῶ[ι τοῦ Ἀπόλλωνος τοῦ Δαφ]νηφόρο[υ]. | |
| στρατ[ηγὸς ․․․․․․15․․․․․․․ καὶ] συνάρ- | |
| 25 | [χ]ων· πρό[βουλος ․․․․․13․․․․․․]ου καὶ συ- |
| νάρχων. |