[ ]
Euboia — Eretria — early 3rd c. BC — cf. IG XII, Suppl. 178,211
| 1 | [θ]εοί. |
| Παυσανίας εἶπεν· ἀγαθῆι τύχηι | |
| τοῦ δήμου· ὅπως ἂν πάντες εἰδῶ- | |
| σιν, ὅτι ἡ πόλις ἡ Ἐρετριέων | |
| 5 | ἀεὶ πολλὴν πρόνοιαν ἔχει |
| ὑπὲρ τῶν αὑτῆς φίλων καὶ εἴ | |
| τινες ἐν τοῖς νῦν γενομένοις | |
| κινδύνοις χρήσιμοι ἐγένον- | |
| το καὶ ἐνεδείκνυντο τῆι πό- | |
| 10 | λει βουλόμενοι φίλοι εἶν καὶ |
| χρησίμους αὑτοὺς παρέχειν οὐ- | |
| κ ἐπιλανθάνεται· ἔδοξεν τῶι | |
| δήμωι ἐπαινέσαι τε Εὔνομον | |
| Κηφισίου Καρύστιον δικαιο- | |
| 15 | σύνης ἕνεκα τῆς περὶ τὸν δῆμον |
| τὸν Ἐρετριέων καὶ εἶναι αὐτὸν | |
| πρόξενον καὶ εὐεργέτην Ἐρε- | |
| τριέων καὶ αὐτὸν καὶ ἐκγόνους, | |
| εἶναι δ’ αὐτῶι καὶ γῆς καὶ οἰκίας | |
| 20 | ἔνκτησιν ἐν Ἐρετρίαι καὶ ἀτέ- |
| λειαν εἰσάγοντι καὶ ἐξάγοντι | |
| καθάπερ τοῖς ἄλλοις Ἐρετριεῦ- | |
| σι καὶ ἄδειαν καὶ ἀσυλίαν | |
| καὶ πολέμου καὶ εἰρήνης· εἶναι | |
| 25 | δ’ αὐτῶι καὶ πρόσοδον πρὸς βου- |
| λὴν καὶ πρὸς τὸν δῆμον, ἄν του | |
| δέηται, πρώτωι μετὰ τὰ ἱερὰ | |
| καὶ τὴν ἀρχὴν τὴν ἀεὶ προκ[α]- | |
| θημένην ἐπιμελεῖσθαι αὐτο[ῦ], | |
| 30 | ὑπὲρ ὧν ἂν ἀεὶ δέηται, καὶ προσ- |
| άγειν ἄν τε πρὸς βουλήν, ἄν τε | |
| πρὸς δῆμον βούληται προσιέναι. |