| 1 | Δαμασίας Φανοκλείου Ἀφαρε- |
| ῦθεν εἶπεν· ἐπειδὴ Γλαύκιππ- | |
| ος καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἱππο- | |
| δάμας καὶ Ἀπολλώνιος ἄνδρε- | |
| 5 | ς ἀγαθοὶ διατελοῦσιν ὄντε[ς] |
| περὶ τὸν βασιλέια Δημήτριο[ν] | |
| καὶ τὸν δῆμον τὸν Ἐρετριείω- | |
| ν καὶ περὶ τοὺς στρατευομέν- | |
| ους τῶν πολιτῶν ἐν ταῖς ναυσ- | |
| 10 | ὶν πολλὴν φιλοτιμίαν ποιο͂ν- |
| ται, ἔδοξεν τῶι δήμωι εἶναι {α} | |
| αὐτοὺς προξένους καὶ εὐεργέ- | |
| τας τοῦ δήμου τοῦ Ἐρετριείω- | |
| ν Γλαύκιππον καὶ Ἱπποδάμαν- | |
| 15 | τα καὶ Ἀπολλώνιον Διονυσίου |
| Ἀντιγονεῖς καὶ αὐτοὺς καὶ ἐγ- | |
| γόνους καὶ εἶναι αὐτοῖς γῆς | |
| καὶ οἰκίας ἔνκτησιν καὶ ἀτέ- | |
| λειαν εἰσάγουσιν καὶ ἐξάγο- | |
| 20 | υσιν καθάπερ τοῖς ἄλλοις Ἐρε- |
| τριεῦσιν καὶ ἀσυλίαν καὶ ἀσφ- | |
| άλειαν καὶ εἰρήνης καὶ πολέ- | |
| μου καὶ κατὰ γῆν καὶ κατὰ θάλ- | |
| ατταν καὶ πρόσοδον πρὸς τὴν | |
| 25 | βουλὴν καὶ τὸν δῆμον πρώτοις |
| μετὰ <τὰ> ἱερά, ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα ἐν στήληι λιθίνηι | |
| καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπ- | |
| όλλωνος τοῦ Δαφνηφόρου. |
IG XII,9
210