[ ] Euboia — Eretria — after 252 BC — cf. Addenda p.176 — cf. IG XII, Suppl. 179,212
1 οἱ στρατηγοὶ καὶ οἱ πρόβουλοι εἶπον·
ἐπειδὴ Ἀρριδαῖος Ἀλεξάνδρου Μα-
κεδὼν ἀνὴρ ἀγαθὸς γέγονεν περί τε
Ἀλέξανδρον τὸν βασιλέα εὐεργέτην
5 γεγενημένο[ν τοῦ δήμ]ου τοῦ Ἐρετρι-
[έ]ων καὶ π[ερὶ τοὺς συν]όντας βασιλεῖ
καὶ τῶι δ[ήμ]ω[ι τῶι Ἐρετριέ]ων διατελεῖ
[ε]ὔνους ὢ[ν καὶ λέγει καὶ πράτ]τει ὑπὲρ
τῆς πόλ[εως ὅτι ἂν δύνηται] ἀγαθὸν καὶ
10 συναγω[νίζεται βασιλεῖ καὶ τ]ο[ῖ]ς Ἕλλησ[ι]
[τ]οῦ τὰ[ς φρουρὰς ἀπιέναι] ἐκ τῶν πό-
[λ]εων, [δεδόχθαι πρ][ξ]ενον ε[ἶ]-
ναι καὶ [εὐεργέτην τοῦ δήμου τ]οῦ Ἐρετρ[ι]-
έων [καὶ αὐτὸν καὶ ἐκγόνους· εἶν]αι δὲ αὐ-
15 τῶι κ[αὶ γῆς καὶ οἰκίας ἔγκτησιν κ]αὶ ἀσυλί-
αν κ[αὶ ἄδειαν καὶ ἀσφάλειαν καὶ κ]ατὰ γῆν
καὶ κ[ατὰ θάλατταν αὐτῶι καὶ ἐκγόν]οις κα[ὶ]
[π]ολ[έμου καὶ εἰρήνης καὶ ἀτέλε]ιαν ε[ἰ]-
σάγο[ντι εἰς Ἐρέτριαν καὶ ἐξάγοντι καὶ] πρόσο-
20 [δ]ον [πρὸς τὴν βουλὴν καὶ τὸν δῆμ]ον πρώ-
τωι με[τὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδ]ε τὸ ψ[ή]-
φισμα ἐ[ν στήληι λιθίνηι καὶ στῆσ]αι ἐν
τῶι ἱερῶ[ι τοῦ Ἀπόλλωνος τοῦ Δαφ]νηφόρο[υ].
στρατ[ηγὸς ․․․․․․15․․․․․․․ καὶ] συνάρ-
25 [χ]ων· πρό[βουλος ․․․․․13․․․․․․]ου καὶ συ-
νάρχων.
Search Help