[ ] Euboia — Eretria — early 3rd c. BC — cf. IG XII, Suppl. 178,211
1 [θ]εοί.
Παυσανίας εἶπεν· ἀγαθῆι τύχηι
τοῦ δήμου· ὅπως ἂν πάντες εἰδῶ-
σιν, ὅτι ἡ πόλις ἡ Ἐρετριέων
5 ἀεὶ πολλὴν πρόνοιαν ἔχει
ὑπὲρ τῶν αὑτῆς φίλων καὶ εἴ
τινες ἐν τοῖς νῦν γενομένοις
κινδύνοις χρήσιμοι ἐγένον-
το καὶ ἐνεδείκνυντο τῆι πό-
10 λει βουλόμενοι φίλοι εἶν καὶ
χρησίμους αὑτοὺς παρέχειν οὐ-
κ ἐπιλανθάνεται· ἔδοξεν τῶι
δήμωι ἐπαινέσαι τε Εὔνομον
Κηφισίου Καρύστιον δικαιο-
15 σύνης ἕνεκα τῆς περὶ τὸν δῆμον
τὸν Ἐρετριέων καὶ εἶναι αὐτὸν
πρόξενον καὶ εὐεργέτην Ἐρε-
τριέων καὶ αὐτὸν καὶ ἐκγόνους,
εἶναι δ’ αὐτῶι καὶ γῆς καὶ οἰκίας
20 ἔνκτησιν ἐν Ἐρετρίαι καὶ ἀτέ-
λειαν εἰσάγοντι καὶ ἐξάγοντι
καθάπερ τοῖς ἄλλοις Ἐρετριεῦ-
σι καὶ ἄδειαν καὶ ἀσυλίαν
καὶ πολέμου καὶ εἰρήνης· εἶναι
25 δ’ αὐτῶι καὶ πρόσοδον πρὸς βου-
λὴν καὶ πρὸς τὸν δῆμον, ἄν του
δέηται, πρώτωι μετὰ τὰ ἱερὰ
καὶ τὴν ἀρχὴν τὴν ἀεὶ προκ[α]-
θημένην ἐπιμελεῖσθαι αὐτο[ῦ],
30 ὑπὲρ ὧν ἂν ἀεὶ δέηται, καὶ προσ-
άγειν ἄν τε πρὸς βουλήν, ἄν τε
πρὸς δῆμον βούληται προσιέναι.
Search Help
Contact Us