| 1 | θεοί. |
| Τ̣ίμιππος εἶπεν· ἐπειδὴ Κλεοχάρης | |
| Π̣υθέου Μακεδὼ̣ν ἐξ Ἀνφιπολέως τῶν βα̣- | |
| σιλέων φίλο[ς] δ̣․․․․ῖ εὔνους καὶ τοῖς στρατ[η]- | |
| 5 | γοῖς τοῖς τῶν Ἑ̣[λλήνων] καὶ τῶι δήμωι τῶι Ἐρετρ[ι]- |
| έων χρήσιμο[ς φανεὶ]ς ἐνδείκνυται τὴν φιλ̣[ί]- | |
| αν, ἣν ἔχων τ[υγχά]ν̣ει πρὸς τὸν δῆμον τ[ῶν] | |
| Ἐρετριέων καὶ ὅσα ἐδεήθη ἡ πόλ̣[ις αὐτοῦ?] | |
| πάντων ἔτυχεν, δεδόχθαι [τ]ῶι [δήμωι εἶναι] | |
| 10 | Κλεοχάρην πρόξενον καὶ εὐ[εργέτην τοῦ] |
| δήμου καὶ αὐτὸν καὶ ἐκγόν[ους καὶ εἶναι αὐ]- | |
| τῶν ἀσυλίαν καὶ πολέμ[ου καὶ εἰρήνης· εἶναι] | |
| δὲ αὐτῶι καὶ γῆς καὶ οἰκίας [ἔνκτησιν καὶ ἀτέλει]- | |
| αν εἰσάγοντι καὶ ἐξ̣[άγοντι καθάπερ καὶ τοῖς ἄλ]- | |
| 15 | [λο]ις Ἐρετριε[ῦσιν]. |
IG XII,9
199