Proxeny decree for Kleochares of Amphipolis. Two fragments of a pedimental stele of local marble; (B) = IG XII,9 230 now missing.
[ ]
Euboia — Eretria — 304-301 BC — IG XII,9 199 + 230 — SEG 49.1187[7]
See also:
| 1 | θεοί· |
| Τ̣ίμιππος εἶπεν· ἐπειδὴ Κλεοχάρης | |
| Π̣υθέου Μακεδὼν ἐξ Ἀνφιπόλεως, τῶν βα- | |
| σιλέων φίλο[ς ὢν κα]ὶ εὔνους καὶ τοῖς στρατ[η]- | |
| 5 | γοῖς τοῖς τῶν σ̣[υμμάχων] κ̣αὶ τῶι δήμωι τῶι Ἐρετρ[ι]- |
| έων χρήσιμος [γεγονώ]ς, ἐνδείκνυται τὴν φιλ[ί]- | |
| αν ἣν ἔχων τ̣υ̣[γχά]ν̣ε̣ι πρὸς τὸν δῆμον τ[ὸν] | |
| Ἐρετριέων καὶ ὅ̣σ̣α̣ ἐδέηθη ἡ πόλ̣[ις αὐτοῦ] | |
| πάντων ἔτυχεν, δεδόχθαι τ̣ῶι δ̣[ήμωι· εἶναι] | |
| 10 | Κλεοχάρην πρόξενον καὶ εὐ̣[εργέτην τοῦ] |
| δήμου καὶ αὐτὸν καὶ ἐκγόν[ους καὶ εἶναι αὐ]- | |
| τῶ<ι> ἀσυλίαν καὶ πολέμ[ου καὶ εἰρήνης· εἶναι] | |
| δὲ αὐτῶι καὶ γῆς καὶ οἰκίας [ἔγκτησιν καὶ ἀτέλει]- | |
| αν εἰσάγοντι καὶ ἐξ[άγοντι καθάπερ (καὶ) τοῖς ἄλ]- | |
| 15 | [λο]ις Ἐρετριε[ῦσι(ν) καὶ πρόσοδον πρὸς τὴν βουλὴν] |
| [καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερὰ καὶ προεδρίαν] | |
| [ἐν πᾶσι(ν) τοῖς ἀγῶσι(ν) οἷς ὁ δῆμος] τ̣ί̣θησιν· ἐπι̣μ[ε]- | |
| [λεῖσθαι δ’ αὐτοῦ τοὺς ἄρχοντας τοὺς ἀ]εὶ ἐν ἀρχῆι ὄν- | |
| [τας ὅπως ἂμ μηδ’ ὑφ’ ἑνὸς ἀδικῆται· ἀναγ]ράψαι δὲ τὸ ψή- | |
| 20 | [φισμα τόδε ἐν στήληι λιθίνηι καὶ στῆ]σαι ἐν τῶι ἱερῶι |
| [τοῦ Ἀπόλλωνος τοῦ Δαφνηφόρου ὅπου] ἂν δοκεῖ ἐν καλ- | |
| [λίστωι εἶναι. {²vacat?}²] {²vac.}² |