[ ] Amorgos — Aegiale — 158 AD
1 Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην
κατοικούντων ἔδοξεν ἄρχουσι,
βουλῇ, δήμῳ· γνώμη στρατηγῶν
καὶ δεκαπρώτ<ων> ἐχόντων <δὲ> {²vac.}²
5 καὶ τὴν πρυτανικὴν ἐξου-
σίαν· ἰσηγησαμένου τὸ ψήφισ-
[μα Σ]εραπίωνος τοῦ Σε[ραπί]-
[ωνος], ἐπιψηφισαμένου δὲ Ἰ-
[άσο]νος τοῦ Στράτωνος·
10 Ἀριστέαν τοῦ Π[ρείμ]ου ἀν-
δρὸς εὖ γεγενημένου [πάσα{ι}ς] {²⁶πάσας}²⁶
τε ἀρχά{ι}ς {²⁶ἀρχάς}²⁶ τε καὶ λιτουργία{ι}[ς] {²⁶λιτουργίας}²⁶
τὰ{ι}ς {²⁶τὰς}²⁶ παρ’ ἡμεῖν ἐν τῇ πατρίδι
ἐπιτελέσαντος, σεμνόν
15 τε καὶ ἡσύχιον βίον παρ’ ὅλον τὸν
τῆς ζωῆς αὐτοῦ χρόνον διενέν-
κας {²⁶διενένκαντας}²⁶, ὡς δὴ ὑπὸ πάντων τῶν πα-
ρ’ ἡμεῖν πολειτῶν μαρτυρεῖται
διὰ τὸ ἀξιοφίλητον αὐτοῦ ἦθο[ς],
20 συνβέβηκεν οὖ[ν] τὸ ἐπὶ πάντω[ν]
ἀνθρώπων εἱμαρτόν, ἔτι ἀκμ[α]-
ζούσης τῆς ἡλικίας τὸν Ἀριστέ-
αν μεταλλά<ξαι> {²vac.}² τὸν ἐξ ἀν[θρ][πων]
βίον, καταλιπὼν τέκνα ὠ<ρφανὰ> καὶ
25 λύπην Ἀριστέᾳ τῷ αὑτοῦ <[υἱῷ], ὧν τὸ μὲν(?)> {⁴ΠΡΩ}⁴
παντελές, τὸ δὲ ἕτερον ἔτι ὂν
νήπιον παντελῶς· διὸ δ[ὴ] δεδό-
χθαι διὰ τοῦδε τοῦ ψ[ηφί]σματος
παρηγορῆσαι αὐτοῦ τὰ τέκνα
30 καὶ τοὺς συνγενῖς καὶ φίλους
φέριν συνμέτρως τὰ τῆς λύπης,
εἰδότας ὅτι ἀπαραίτητός ἐστιν
ἡ ἐπὶ πάντων ἀνθρώπων ὡρισ-
μένη μοῖρα. περὶ τοῦ αὐτοῦ ἐγρά-
35 φη ἁπλᾶ [ψ]ηφίσματα δύο, ἐξ ὧν
τὸ ἓν ἐπεδόθη ἐπὶ τὸ ἀρχεῖον.
ἐγένετο ἐν Ἀμοργῷ
Αἰγιάλῃ {²vac.}² πρὸ δέκα
δύο καλανδῶν Δεκεν-
40 βρίων [Βρ]ουττίῳ Λ]τε-
ρανῷ καὶ Ἰουνίῳ Ῥου-
φείνῳ ὑπάτοις· Σεραπί-
ων Σεραπίωνος ἰσσηγησά-
μην· Ἰάσων Στράτωνος ἐπε-
45 ψηφισάμην· Ἐπικράτης Ἀγαθεί-
νου [ἄ]ρχων τὸ γʹ ἐδογμάτισα
καὶ ἀπεδεξάμην.
Search Help
Contact Us